λέγει «σὺ δ' ἵλαον θέο θυμόν, αἴδεσσαι δὲ μέλαθρον. ὑπωρόφιοι δέ τοί εἰμεν», ἤγουν ἐσμέν, «πληθύος ἐκ ∆αναῶν». (ῃ. 641 ς.) Προβάλλεται δὲ εἰς παράκλησιν καὶ τὴν φιλίαν, λέγων ὃ καὶ Ἀχιλλεὺς φθάσας ὡμολόγησεν, ὅτι δηλαδὴ φίλτατοι τῷ Ἀχιλλεῖ εἰσιν οἱ πρεσβεύοντες. Φησὶ γὰρ «μέμαμεν δέ τοι ἔξοχον ἄλλων κήδιστοί τ' ἔμεναι καὶ φίλτατοι, ὅσσοι Ἀχαιοί», διὰ τὸ χρῆναι ἀνακάμπτειν τὴν ἀληθῆ φιλίαν. Ἐπεὶ γάρ σε παρὰ νηυσίν, ὡς ἐρρήθη, ἐτίομεν ἔξοχον ἄλλων, μέμαμεν, ἤγουν προθυμούμεθα, ἐθέλομεν, καὶ αὐτοὶ ἔξοχον εἶναί σοι φίλτατοι καὶ κήδιστοι, ὃ ταὐτόν ἐστι τῷ πρὸ ὀλίγων λεχθέντι κεδνότατοι, ὡς καὶ ἐκεῖ ἐρρέθη. Καὶ γὰρ ὁ κεδνὸς καὶ ὁ κήδιστος ἐκ τοῦ κήδεσθαι παράγονται. Ἐπὶ μέντοι νεκροῦ οὔτε τὸ κεδνός οὔτε τὸ κήδιστος εἴωθε λέγεσθαι, ἀλλὰ κηδεός, ὡς ἀπὸ τοῦ κηδεύω. [Οὐκ ἄδηλον δὲ ὅτι καὶ ὁ κηδεστὴς ὁμοίαν ἔχει τοῖς ῥηθεῖσι παραγωγήν. ἐκ τοῦ κήδω μὲν γὰρ τὸ κῆδος, ἐξ οὗ ὁ κήδιστος. ἐκ δὲ τοῦ κηδέω καὶ πλεονασμῷ τοῦ ˉυ κηδεύω ὁ, ὡς ἐρρέθη, κηδεός καὶ ὁ ἐπικήδειος δέ. Ἐκ δὲ αὐτοῦ τοῦ κηδέω, ὡς ποιέω, καὶ κατὰ κρᾶσιν κηδῶ, οὗ μέλλων κηδέσω, 2.823 ὡς τελῶ τελέσω, ὁ κηδεστής. Εἰσὶ δέ, φασί, κηδεσταὶ οἱ συνοικειούμενοι ἀλλήλοις κατ' ἐπιγαμίαν, οἱ τε διδόντες καὶ οἱ λαμβάνοντες. οἱ δ' αὐτοί, φασί, καὶ πηοί. οἱ δὲ τοιοῦτοι καὶ κῆδος ἀλλήλοις τιθέναι λέγονται. Ὅτι δὲ καὶ κηδῶ κηδήσω τὸ φροντίσω εὕρηται, προδεδήλωται]. (ῃ. 630) Ὅρα δὲ ὅτι σχέτλιος ἀσυνδέτως εἰπὼν ἐν ἀρχῇ στίχου ἐπήγαγε, διὰ τί τοῦτο ἔφη, διότι δηλαδὴ δέον ὂν ἀνασχέσθαι καὶ τλῆναι, ὁ δὲ οὐ μετατρέπεται τῆς ἡμῶν φιλίας. Καὶ πάλιν ὁμοίως νηλής εἰπὼν ἐπιφέρει αἰτίαν τοῦ σκώμματος ταύτην. (ῃ. 632-6) Ἀδελφοῦ μὲν γάρ τινι φονευθέντος ἢ υἱοῦ καταπράττεται τῷ φονεῖ ἔλεος, Ἀχιλλεὺς δὲ οὐκ ἐλεεῖ τὸν βασιλέα, διδόντα ποινὴν τοσαύτην ὑπὲρ μιᾶς αἰχμαλώτου τῆς Βρισηΐδος, καὶ ποινὴν οὕτω πολλαπλασίονα σὺν τῷ καὶ αὐτὴν ἀποδίδοσθαι. Ἰστέον δὲ ὅτι ἔθος παλαιὸν ἦν φονευθέντος τινὸς ποινὴν ὑπὲρ τοῦ φόνου δίδοσθαι τοῖς συγγενέσιν, εἴπερ ἐθέλοιεν, καὶ τὸν φονέα οὕτω μένειν αὐτοῦ ἐν τῷ δήμῳ, χρημάτων τὸ μὴ φυγεῖν ὠνησάμενον. Ἄλλως δέ τοι ἔφευγεν ὁ φονεὺς οὐ πλεῖον ὡς τὰ πολλὰ ἐνιαυτοῦ. (ῃ. 633) Καὶ σημείωσαι ὅτι ἐνταῦθα κυριολεκτεῖται ἡ ποινή, φοινή τις οὖσα, ὡς διὰ φόνον διδομένη. Καιρίως δὲ λεχθὲν τὸ «ποινὴν ἐδέξατο» κεῖται καὶ κατωτέρω κατὰ σχῆμα ἐπιμονῆς ἐν τῷ «ποινὴν δεξαμένου». (ῃ. 631) Ἰστέον δὲ ὅτι τὸ «ἔξοχον ἄλλων» ἐλλιπές 2.824 ἐστι. Λείπει γὰρ τὸ Ἀχαιῶν, διὸ κατωτέρω ἐντελέστερόν ἐστι τὸ «ἔξοχον ἄλλων ὅσσοι Ἀχαιοί». (ῃ. 632) Τὸ δὲ «κασιγνήτοιο φόνοιο» ἢ ἀντὶ ἀδελφικοῦ φόνου καὶ νῦν, ὡς καὶ πρὸ βραχέων εἴληπται, ἢ ἀντὶ φόνου τῶν τινος ἀδελφῶν, καὶ οὐ κτητικῶς, ὡς ἐκεῖ. (ῃ. 633) Τεθνηῶτα δὲ λέγει οὐ τὸν ἁπλῶς ἀλλὰ τὸν διὰ φόνου, κατὰ τὸν ῥηθέντα κασίγνητον. (ῃ. 634) Ὅρα δὲ καὶ ὅτι ἀπὸ ὀνόματος τοῦ φόνου ἕτερον νοεῖται ὄνομα ἢ μετοχὴ ἀπὸ κοινοῦ ἐν τῷ «ὃ μὲν ἐν δήμῳ μένει», ὁ φονεύσας δηλαδὴ ἣ ὁ φονεύς. (ῃ. 637) Καὶ ὅτι ἐλέανε τὴν ὕβριν ὁ Αἴας ἐν τῷ θεόθεν εἰπεῖν τῷ Ἀχιλλεῖ τὸν θυμόν. οὐ γὰρ ἔφη ὡς ἄληκτον θυμὸν ἐν στήθεσσιν ἔχεις, ἀλλὰ θεοὶ ἔθεσαν, θεόσδοτον οἷον εἰπὼν τὸν τοιοῦτον θυμόν, καὶ ὅμως διὰ τοῦ ἄληκτον καὶ τοῦ ἔθεσαν, ὡς καὶ πρὸ βραχέων διὰ τοῦ θέτο, παράμονον καὶ ἀπόθετον κότον καὶ μῆνιν, οὐ μὴν ἁπλῶς θυμὸν αὐτοῦ κατηγορῶν. (ῃ. 635 ς.) Ἐκ δὲ τοῦ ἄληκτον θυμόν ἔστι φανερῶς νοῆσαι, ὅτι καὶ τὸ «ἐρητύεται θυμός» τῆς κατὰ χόλον κινήσεως καὶ ἀγηνορίας ταὐτόν ἐστι τῷ λήγει. οὕτω γὰρ εὐοδοῦται φάναι ἀντιθετικῶς, ὡς ἐκείνου μὲν ἐρητύεται θυμός, σοὶ δὲ ἄληκτος ὁ θυμός. Ἐρητύειν δὲ κυρίως τὸ διὰ λόγου κωλύειν, ὡς ἀπὸ τοῦ ἔρω ἐρήσω, τὸ ἐρωτῶ, ἤδη δὲ καὶ λέγω. Τῶν γὰρ ὁμωνύμων καὶ τὸ εἴρειν ἐστί, δι' οὗ σὺν ἄλλοις καὶ τὸ λέγειν δηλοῦται καὶ τὸ ἐρωτᾶν. (ῃ. 638) Τὸ δὲ τὴν μίαν οἴαν εἰπεῖν ὑποδηλοῖ, ὅτι ἀπὸ τοῦ ἴος καὶ ἴα ὁ οἶος καὶ ἡ οἴα παράγονται, ὅτε δηλοῦσι μόνωσιν. ∆ύναται δὲ εἶναι τὸ οἴης καὶ ἀντὶ τοῦ μόνης, ἵνα λέγῃ, ὅτι ὁ μὲν βασιλεὺς μίαν τε ἀφείλετο καὶ ἐκείνην μόνην, ἄρτι δὲ καὶ αὐτὴν καὶ ἄλλα πολλὰ δίδωσι. Τὸ δὲ «ἔξοχ' ἀρίστας» διπλῆν ἐπίτασιν ἔχει πρὸς