μου δύναμίς μου, καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν· ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με, τοῦ νικῆσαί με ἐν τῇ ᾠδῇ αὐτοῦ.9 Ἐνταῦθα λοιπὸν ἢ αὐτὸ τὸ τοῦ Προφήτου πρόσωπον εἰσεκόμισται σαφῶς, τὰ τοιάδε λέγον· ἤγουν τῶν ἐν πίστει δεδικαιωμένων φαίη τις ἂν εἶναι τοὺς λόγους, οἳ θυμηδίαν ποιοῦνται Χριστὸν, καὶ χαίρουσι μὲν ἐπ' αὐτῷ, καὶ τῆς ἐνού- σης αὐτοῖς εὐσθενείας χορηγὸν ἀναγράφουσιν, ἐν αὐτῷ τε τὰ πάντα δύνασθαί φασι, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Παῦλος "Πάντα ἰσχύω, φησὶν, ἐν τῷ ἐνδυναμοῦντί με "Χριστῷ." ψάλλει δέ που καὶ ὁ μακάριος ∆αυείδ "Ὅτι 2.166 "τὸ καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ·" προσδοκῶσι δὲ καὶ τὸ βεβηκὸς εἰς εὐσέβειαν παρ' αὐτοῦ δὴ καὶ μόνου κατα- πλουτῆσαι καλῶς. τὸ γάρ Τάξει τοὺς πόδας μου εἰς συν- τέλειαν, δηλοῖ που πάντως ἕτερον ἡμῖν οὐδὲν ἢ τοῦτο. καὶ γοῦν Ἑβραίων ἡ ἔκδοσις ἀντὶ τῆς συντελείας τέθεικε τὴν Ἀσφάλειαν. οἱ δὲ ταττόμενοι πόδες εἰς ἀσφάλειαν, τί ἂν ἕτερον ἡμῖν ὑποφήνειαν, ἢ τὸ βεβηκὸς, ὡς ἔφην, εἰς εὐσέ- βειαν, καὶ τὸ ἀκράδαντον εἰς ἀρετὴν, καὶ τὸ εἰς πίστιν ἐρηρεισμένον καὶ ἀγάπην τὴν εἰς Χριστόν; ὅτι δὲ οὐ χθαμαλὸς καὶ χαμαιριφὴς ὁ βίος τῶν ἐν Χριστῷ δεδικαιω- μένων, ἀλλὰ παντὸς γηΐνου καὶ σαρκικοῦ πράγματος ὑψοῦ τέ ἐστι καὶ ἀνωκισμένος, ἀποφαίνει λέγων Ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με. ὑψηλὰ γὰρ ὄντως παρὰ Θεῷ τῆς εὐαγγελικῆς πολιτείας τὰ αὐχήματα. Ὅτι δὲ καὶ περιεσόμεθα τῶν ἀνθεστηκότων, καὶ ἀμείνους ἐσόμεθα τῶν ἐχθρῶν, δοξολογοῦντες αὐτὸν, ἀναπείσει λέγων Τοῦ νικῆσαί με ἐν τῇ ᾠδῇ αὐτοῦ.
ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΕΞΗΓΗΣΙΣ
ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΣΟΦΟΝΙΑΝ. ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Σοφονίαν τὸν τοῦ Χουσὶ υἱὸν Γοδολίου τοῦ Ἀμορίου τοῦ Ἐζεκίου ἐν ἡμέραις Ἰωσίου υἱοῦ Ἀμὼς
βασιλέως Ἰούδα. ΠΡΟΦΗΤΕΥΕΙ μὲν ἐν τοῖς Ἱεροσολύμοις ὁ μακάριος Σοφονίας, οὐκ ἄσημος
ὢν τὸ κατὰ σάρκα γένος, οὔτε μὴν κατ' ἐκείνους ὑπάρχων, οἷς ἦν ἔθος τὸ ψευδοεπεῖν, καὶ τοὺς θείους τοῖς ἀκροωμένοις ὑποπλάττεσθαι λόγους, περὶ ὧν ἔφη καὶ ὁ θεσπέσιος Ἰεζεκιήλ "Οὐαὶ οἱ προφητεύοντες ἀπὸ καρ- "δίας αὐτῶν, καὶ τὸ καθόλου μὴ βλέποντες," καὶ μὴν καὶ αὐτὸς ὁ τῶν ὅλων Θεὸς διὰ τῆς Ἱερεμίου φωνῆς "Οὐκ ἀπέ- 2.168 "στελλον τοὺς προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα "πρὸς αὐτοὺς, καὶ αὐτοὶ ἐπροφήτευον." ἀλλ' ἦν ἀλη- θῶς προφήτης, τοὺς ἐκ στόματος Κυρίου διαπορθμεύων λόγους, καὶ Ἁγίου μὲν ἀναπιμπλάμενος Πνεύματος, ἀνα- βρύων δὲ ὥσπερ ἐκ πηγῆς ἀγαθῆς τῆς καρδίας αὐτοῦ τὰ ἀγαθά· ψευδηγορεῖν γὰρ οὐκ οἶδε τῶν ἁγίων ἡ γλῶττα. Ὁ δέ γε τῆς προφητείας σκοπὸς ἐπίπληξιν ἔχει τῶν οὐ- σῶν ἐν τοῖς Ἱεροσολύμοις δύο φυλῶν· τοῦ τε Ἰούδα φημὶ καὶ τοῦ Βενιαμίν. γράφεται γὰρ ὡς ἠσεβηκότας, καὶ ταῖς τῶν εἰδώλων ἀπάταις ἀνοσίως προσνενευκότας, καὶ πρὸς πᾶν ὁτιοῦν ἑτοίμως διάττοντας τῶν ἀπᾳδόντων Θεῷ· προσεπ- ενήνεκται δὲ χρησίμως καὶ τῆς βασιλείας ὁ χρόνος, καθ' ὃν τὰ τοιάδε προσλελάληκε τοῖς προσκεκρουκόσιν, ἵνα τὴν τῶν τὸ τηνικάδε πραγμάτων πολυπραγμονοῦντες κατάστασιν, λοιπὸν ἐννοῶμεν ἐφ' ὅτῳ τε καὶ ὅση γέγονεν ἐπ' αὐτοὺς τῆς θείας ὀργῆς ἡ κίνησις. Οὐκοῦν· ἀφηγήσομαι γὰρ ἀνὰ μέρος ἃ δὴ καὶ ὀνίνησι τοὺς ἐντευξομένους· βεβασίλευκε κατὰ καιροὺς ἐν τοῖς Ἱερο- σολύμοις ὁ Ἑζεκίας, ἀνὴρ τῶν ὅτι μάλιστα φιλοθεωτάτων, εὐσεβείας ἐραστὴς, δικαιοσύνης πρύτανις, ἀπάτης ἐχθρὸς, καὶ τὰ ἐκ τῆς εἰδωλολατρείας περικόπτων βλάβη· προσμε- μαρτύρηκε γὰρ αὐτῷ τὰ τοιάδε σαφῶς τὸ γράμμα τὸ ἱερόν. τούτου διέποντος τὴν ἐν