πλείω αὔξησιν. Ἐπιτατικὸν γὰρ καὶ τὸ ἔξοχα καὶ τὸ ἀρίστας καὶ ἔστιν ὅμοιον τῷ «ὄχ' ἄριστος». (ῃ. 639) Τὸ δὲ «θέο θυμὸν ἵλαον» δεξιῶς εἴρηται, ὡς ἐπὶ τῷ Ἀχιλλεῖ ὂν ἱλαρὸν ἑαυτὸν θέσθαι. οὐ γάρ, ὥσπερ θεόθεν θυμὸς ὁ μεγαλήτωρ, οὕτω κἀνταῦθα ἔσται, ἀλλ' αὐτὸς ἐθέλων 2.825 ἱλεωθήσεται. Ἀστείως δὲ τὸ νόημα ἔχει καὶ ἄλλως, ὡς χρεὼν ὂν μὴ κακὸν θυμὸν ἐν στήθεσσι τεθεῖσθαι, ὅ ἐστι κότον θυμοφθόρον, ἀλλὰ θυμὸν ἵλαον, ὅ ἐστι πραϋθυμίαν ἐντίθεσθαι. Οὕτω καὶ μέλι μὲν κειμηλιωτέον, χολὴν δὲ οὐ πάνυ τι ἄν. Ταὐτὸν δὲ εἰπεῖν «ἵληθι», ὃ καὶ ἐν Ὀδυσσείᾳ κεῖται, καὶ αὖ πάλιν περιφραστικῶς «ἵλαον θέο θυμόν». (ῃ. 640) Τὸ δὲ «ὑπωρόφιοί ἐσμεν» σαφήνειά ἐστι τοῦ «αἴδεσσαι μέλαθρον». ὅμοιον γὰρ εἰπεῖν αἴδεσσαι μέλαθρον καὶ αἴδεσσαι τοὺς ὑπωροφίους ἡμᾶς. ἀλλὰ τοῦτο μὲν εὐνόητον, ἐκεῖνο δὲ ὑποδύσκολον ὡς οἷά τι αἴνιγμα, οὗπερ ὁ νοῦς τοιοῦτος· αἴδεσσαι τοὺς ὑπὸ τὸ αὐτό σοι μέλαθρον ἱκέτας διὰ τὸν καὶ ἑρκεῖον καὶ ἐφέστιον καὶ ἱκέσιον. Ὅτι δὲ τὸ ὁμόστεγον μέγα τοῖς ἀρχαίοις εἰς δυσωπίαν καὶ τὸ ὁμοτράπεζον, ὡς καὶ τῆς ἑστίας συμπρεσβευούσης καὶ τοῦ ἑρκείου καὶ ἐφεστίου ∆ιός, ἐκδηλότατόν ἐστι. Καὶ τὸν Πρίαμον τοίνυν ὁ Ἀχιλλεύς που αἰδέσεται διὰ ταῦτα, ἔνθα καὶ δέδιε μὴ ἀλιτρὸς γένηται λυπήσας τὸν ἱκέτην, αἰδοῖον πάντως ὄντα, ὡς δηλοῖ καὶ ἐνταῦθα τὸ «αἴδεσσαι μέλαθρον». Τὸ δὲ «ὑπωρόφιοι» κρᾶσιν ἔχει δύο ˉο. τὸ ἐντελὲς γὰρ ὑποορόφιοι. τὸ δ' αὐτὸ γίνεται καὶ ἐν τῷ ἀκρώρεια καὶ ὑπώρεια καὶ ἐν ἄλλοις, ὡς καὶ ἑτέρωθι δεδήλωται. Περὶ δὲ ὀρόφου εἴρηται σαφῶς ἀλλαχοῦ. Σημείωσαι δὲ ὅτι τὸ «ὑπωρόφιοι δέ τοί εἰμεν» ἐσχημάτισται. Ἦν μὲν γὰρ ἁπλοῦν καὶ κοινὸν εἰπεῖν· αἴδεσσαι μέλαθρον καὶ ὄροφον, διὰ τὸ λέγεσθαι πρός τινων μέλαθρον καὶ τὸν ὄροφον, εἰ καὶ ἄλλως κυρίως μέλαθρον τὸ μέσον φασὶ τῆς στέγης ξύλον τὸ καλούμενον ὑπέρτονον. καὶ ἦν μὲν τὸ ἁπλοῦν οὕτως. Ὁ δὲ ποιητὴς ἐσχημάτισε φράσας καθ' ἕτερον νόημα τὸ «ὑπωρόφιοί ἐσμεν». Ὅτι δὲ ὡς ἐκ τῆς ἑστίας καὶ τοῦ ἕρκους, οὕτω καὶ ἐκ τοῦ μελάθρου ὁ πᾶς οἶκος νοεῖται, οὐκ ἄδηλόν ἐστι. ∆ιὸ αἰδεῖταί τις μέλαθρον καὶ ὄροφον, εἰ τοὺς ἐντὸς ὄντας αἰδοίους ἡγεῖται καὶ ὡς οἷον ὁμαίμονας, ὅ ἐστι, κατὰ τὸν Σοφοκλῆν, ὁμογενεῖς, διὰ τὸν ἑρκεῖον ∆ία. [Καὶ τοιοῦτοι μὲν οἱ Ὁμηρικοὶ ὑπωρόφιοι, ταὐτὸν δ' εἰπεῖν ὁμόστεγοι, ὁμωρόφιοι. Φάλαγγες δὲ παρὰ τοῖς ὕστερον ὑπωρόφιοι τὰ ὑπ' αὐτοῖς ὀρόφοις ἱστουργοῦντα φαλάγγια, 2.826 ὅ ἐστιν ἀράχνιά τινα]. Ἰστέον δὲ καὶ ὅτι τὸ «εἰμέν» ῥῆμα πληθυντικὸν ὑπαρκτικὸν ἀναλογώτερόν ἐστι τοῦ ἐσμέν καθ' Ἡρακλείδην φάμενον, ὡς οὐδὲν ῥῆμα πληθυντικὸν ἐπὶ τοῦ πρώτου σύμφωνον ἔχει πρὸ τοῦ ˉμ, ἀλλ' ἑκάστοτε φωνῆεν. Ὡς γοῦν δίδωμι δίδομεν, φημί φαμέν, ἴσημι ἴσαμεν, καὶ συγκοπῇ ἴσμεν, ἐξ οὗ τὸ ἴδμεν, οὕτω κατὰ τὸν αὐτὸν λόγον εἰμί ἐμέν. ∆ωριεῖς δὲ πλεονάζουσι τὸ ˉσ, εἰπόντες ἐσμέν. Ὅμηρος δέ, φησίν, ὅταν λέγῃ ἀπήμονές εἰμεν, προστίθησι τὸ ˉι, ἵνα οὕτω φωνῆεν εἴη πρὸ τῆς ˉμˉεˉν συλλαβῆς. (ῃ. 641) Τὸ δὲ «μέμαμεν», ὃ οὐκ ἂν εἴη πεζολογικοῦ γραφέως, ἐκ τοῦ μῶ μάσω μέμακα μεμάκαμεν συγκέκοπται. (ῃ. 641 ς.) Τὸ δὲ «ἔξοχον ἄλλων, ὅσσοι Ἀχαιοί» τεχνικὴ σύγκρισις ἐξ ὁμογενῶν. [Τὸ δὲ «ὅσσοι Ἀχαιοί» περίφρασίς ἐστι τοῦ Ἀχαιῶν.] (ῃ. 643 ς.) Ὅτι ἕκαστον τῶν πρέσβεων οἰκειούμενος, καθὰ ἔπρεπεν, ὁ Ἀχιλλεὺς ἐντίμως προσεφθέγξατο, πατρόθεν ἐκ γενεῆς ὀνομάζων καὶ αὐτὸς τὸν μὲν Ὀδυσσέα οὕτω «διογενὲς Λαερτιάδη, πολυμήχανε Ὀδυσσεῦ», τὸν δὲ παιδαγωγὸν «Φοῖνιξ, ἄττα γεραιέ, διοτρεφές», τὸν δὲ Αἴαντα «Αἶαν, διογενές, Τελαμώνιε, κοίρανε λαῶν». Οἱ δὲ κήρυκες οὐδὲν οὐδ' ὅλως προσφωνοῦνται, ἀλλ' ἀργὰ καὶ νῦν παρεισάγονται πρόσωπα, ὁποῖα πολλὰ καὶ ὕστερον καθ' ὁμοιότητα ποιοῦσιν οἱ Σκηνικοί. [Τυχὸν δὲ καὶ ἀχθόμενος ἐπ' αὐτοῖς ὡς κήρυξιν ὀκνεῖ λαλῆσαί τι αὐτοῖς, μεμνημένος, ὡς κήρυκες διεχειρίσαντο τὴν τῆς Βρισηΐδος ἀπαγωγήν]. (ῃ. 645) Ὅτι οὐδενὶ τῶν τοῦ Αἴαντος κεφαλαίων, ὡς καὶ προερρέθη, ὁ Ἀχιλλεὺς ἀντιπίπτει, ἀλλ' εἰπών, ὅτι «πάντα τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι», ἤγουν ἔδοξας εἰπεῖν, προβάλλεται εἰς κώλυμα πειθοῦς τὴν εὔλογον μῆνιν. (ῃ. 646-8) Φησὶ γὰρ «ἀλλά μοι οἰδάνεται