βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
σῦν· τὸν δὲ εἰσδῦναι τὴν θάλασσαν, γενέσθαι τε ἀφανῆ. Ἐν τοσούτῳ δὲ, ὡς ἐξ ἀστραπῆς, ἐνσκῆψαι λαμπηδόνα τῷ βασιλεῖ, καὶ τῇ ταύτης βολῇ διαταραχθέντα τὸν αὐτοκρά τορα, τοῦ ἵππου τε ἐκπεσεῖν καὶ κεῖσθαι παρὰ τῇ γῇ, ἀφρὸν τοῦ στόματος ἀποπτύοντα καὶ μηδὲν τῶν κατ' αὐτὸν αἰσθανόμενον· ἀκατίῳ δ' ἐκεῖθεν ἐμβι βασθέντα, κομισθῆναι εἰς τὴν βασιλεύουσαν, καὶ νοσήσαντά τι βραχὺ, εἶτα δὴ καὶ ἀπογνωσθέντα, κείρασθαί τε τὴν τρίχα, καὶ ἀντὶ τῆς πορφύρας τραχὺ τριβώνιον ἀμφιέσασθαι, τὸν δοῦκα Κωνσταντῖνον βασιλέα προχειρισάμενον, καὶ οὕτω τῇ τοῦ Στουδίου προσορμίσαι μονῇ, κἀκεῖ τὸ λοιπὸν καταβιῶναι τῆς βιοτῆς ἀναῤῥωσθέντα ἐκ τοῦ νοσήματος. 884 ̣6 ̣ Ἐβασίλευσε δὲ δύο ἐνιαυτοὺς καὶ μῆ νας τρεῖς, δραστήριος ὢν καὶ τὸ ἦθος σοβαρὸν ἐνδεικνύμενος, πρὸς πράξεις ὀξύτατος, στρατηγι κώτατος τὰ πολέμια, λόγοις μὲν οὐχ ὡμιληκὼς, προσέχων δ' αὐτοῖς καὶ τοὺς τούτων τροφίμους ἀποδεχόμενος. Αἰτιώμενος δὲ ὅτι τυραννίδι ἐπικε χείρηκεν, "Ὤκνουν, ἔλεγε, τῷ συνδούλῳ δουλεύειν καὶ τῶν εἰκότων μὴ τυγχάνειν."
ΙΓʹ. Βασιλεία Κωνσταντίνου τοῦ ∆οῦκα. Τῷ #22φογʹ ἔτει τοῦ κόσμου, τῆς δὲ θείας Σαρκώσεως #22αογʹ ἐβασίλευσε Κωνσταντῖνος ὁ ∆οῦ κας. ̣2 ̣ Οὗτος ὁ Κωνσταντῖνος ἦτον συνεργὸς τοῦ Κομνηνοῦ νὰ ἐπάρῃ τὴν βασιλείαν, καὶ ἔδειξεν αὐτῷ θησαυροὺς χρημάτων πολλῶν. Αὐτὸς δὲ 110.1237 ἐπροαιρέθη τὴν μοναδικὴν πολιτείαν, καὶ ἀπεγυ μνώθη οἰκειοθελῶς πᾶσαν βασιλικὴν δόξαν καὶ φαν τασίαν, καὶ ἐγένετο μοναχὸς καλὸς καὶ δόκιμος, καὶ δέδωκεν ἑαυτὸν εἰς κακουργίαν πολλὴν τῆς μοναδι κῆς πολιτείας καὶ κόπους πολλοὺς καὶ μεγάλους, καὶ ὁ βίος αὐτοῦ ἐγένετο θαυμαστὸς, καὶ οὗτος ἐτελεύ τησε καὶ ἐκέρδησε τὴν βασιλείαν. ̣3 ̣ Ὁ δὲ ∆οῦκας, ἐπαναλαβὼν τῆς ἀρχῆς τῆς βασιλείας, ἦτον οὔτε πολλὰ πρόθυμος, ἀλλ' οὔτε πολλὰ δειλὸς, ἀναμέσον τῶν δύο. Ἀλλὰ καὶ ἀπὸ τὸ θράσος ἐκρατεῖτο· καὶ πάλιν νὰ ὑπάγῃ νὰ κρημνίσῃ ὅπου ὀρθώσῃ ἄσκοπα, οὐδὲν τὸν ἐφαίνετο καλόν. Εἶχε δὲ καὶ παιδία ἑπτά. ̣4 ̣ Τούτου τῷ δʹ ἔτει τῆς βασιλείας θνήσκει ὁ πατριάρχης Κωνσταντῖνος, καὶ ἐχήρευσεν ὁ θρόνος αὐτοῦ ἄνευ ποιμένος μῆνας εʹ. 885 ̣5 ̣ Τῷ δὲ εʹ ἔτει τῆς βασιλείας αὐτοῦ, ἐν ἔτει ἀπὸ κτίσεως κόσμου #22φοβʹ, ἰνδ. αʹ, μηνὶ Ἰανουαρίῳ αʹ, χειροτονεῖται Ἰωάννης ὁ Ξιφιλῖνος πατριάρχης ΚΠ., καὶ ἐπεσκόπευσεν ἔτη ιαʹ, μῆνας ζʹ εὐσεβῶς καὶ θεαρέστως καὶ πᾶσαν μαθήσεων παι δείαν ἄριστα ἐξησκηκώς. Οὗτος καὶ ἐν τῷ ὄρει τοῦ Ὀλύμπου μονάσας ἄρτι παρὰ Κωνσταντίνου τοῦ ∆ουκὸς μετήχθη ἐκεῖθεν, καὶ εἰς τὸν πατριαρχικὸν ἀνήχθη θρόνον, ἀνὴρ καθαρώτατος καὶ ἁγνότατος. Οὗτος τὴν Μεγάλην ἐκκλησίαν ἀνελάμπρυνε καὶ κατεκόσμησε, πάσας τὰς ἐν αὐτῇ ἀναστηλωμένας εἰκόνας τῶν ἁγίων ἀνακαινίσας. ̣6 ̣ Καὶ ὡς ἔμελλε καὶ αὐτὸς τελευτᾷν, εἶχε μεγάλας φροντίδας καὶ ταραχὴν ἡ καρδία αὐτοῦ. Ἠγάπα τὴν βασίλισσαν, καὶ ἤθελε νὰ τὴν ἀφήσῃ κληρονόμον τῆς βασιλείας μὲ τὰ παιδία αὐτῆς· ἀλλὰ ἐπεὶ ἦτον νέα καὶ εὔμορφος, ἐφοβεῖτο μήποτε ἁρ μωθῇ μεθ' ἑτέρου, καὶ ποιήσῃ ἄλλα παιδία, καὶ κατα φρονηθοῦν τὰ ἴδια αὐτοῦ καὶ χάσουν τὴν βασίλισσαν εἰς τόπους καὶ χώρας ἄλλας, τὴν δὲ βασιλείαν νὰ ἀφήσῃ εἰς τὰ παιδία αὐτοῦ, καὶ νὰ θέσῃ ἐπ' αὐτοὺς ἐπιτρόπους, ἕως οὗ νὰ μεστώσουν. Ἀλλ' οὐδεὶς τὸ μέλλον δύναται ἐκφυγεῖν. Γνωρίσασα οὖν ἡ βασί λισσα τὴν βουλὴν καὶ τὸ θέλημα τοῦ ἀνδρὸς αὐτῆς, ἐσύντυχέ τον εἰς τὸ πρῶτον λυπητικὰ πολλὰ, καὶ τέλος ὤμοσέ του φρικτοὺς καὶ μεγάλους ὅρκους, ὅτι ποτὲ νὰ μηδὲν ἐπιβλέψῃ εἰς δεύτερον γάμον, μηδὲ ἁρμοσθῆναί ποτε ἑτέρῳ ἀνδρὶ, ἀλλ' ἵνα σω φρονῇ καὶ φυλάξῃ τὴν βασιλείαν διὰ τὰ παιδία αὐ τοῦ. Ὁ μὲν οὖν οὗτος ἀπέθανε· καὶ ἀπεφορτίσθη τὸ τῆς σαρκὸς βάρος. Ι∆ʹ. Βασιλεία Εὐδοκίας μετὰ τῶν υἱῶν αὐτῆς. Τῷ #22φπαʹ ἔτει τοῦ κόσμου, τῆς δὲ θείας Σαρ κώσεως #22απαʹ ἐβασίλευσεν Εὐδοκία ἡ γυνὴ Κωνσταν 110.1240 τίνου μετὰ τῶν τέκνων αὐτῆς, 886 Κωνσταντίνου, Μιχαὴλ καὶ Ἀνδρονίκου· ἐκυβέρνα δὲ τὴν βασιλείαν σὺν τοῖς τέκνοις αὐτῆς. ̣2 ̣ Ἀλλὰ εἰς τοσαύτην ἀμεριμνίαν καὶ γαλήνην ἐσηκώθη μεγάλη σκληρία καὶ ἀνεμοζάλη, καὶ ἠνοί χθη στόμα καὶ φάρυγξ νὰ