περιφραστικῶς τὸ ἀντιπαρατάττεσθαι, ἀλλὰ καὶ αὐτὸν προμάχεσθαι. ὃ καὶ εἰπὼν ἐπαινεῖται ὑπὸ τῶν λοιπῶν βασιλέων διὰ τὸ ἀντιπίπτειν τῇ τοῦ Ἀγαμέμνονος δημηγορίᾳ, τῇ πρὸ μικροῦ εἰπούσῃ «φεύγωμεν σὺν νηυσί» πρὸς ἣν αὐτὸς καὶ τότε ἀντεῖπε. Καὶ ὅρα ὡς ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ καὶ ὁ ∆ιομήδης κατὰ ζῆλον τοῦ Νέστορος ἀπὸ τοῦ βασιλέως ἀρξάμενος εἰς αὐτὸν καὶ κατέληξεν, οἷα τὸν ὅλον λόγον πρὸς αὐτὸν ἐνστησάμενος. (ῃ. 705) Καὶ ὅτι τὸ «τεταρπόμενοι» συνήθως γενικῇ συντέτακται, ληφθὲν ἀντὶ τοῦ κορεσθέντες, ἢ καὶ ἄλλως, κατὰ ἔλλειψιν, ἵνα λέγῃ ὅτι τερφθέντες διὰ τοῦ φαγεῖν καὶ πιεῖν. Ἐκ περισσοῦ δὲ μετὰ τὸ τεταρπόμενοι κεῖται τὸ φίλον ἦτορ. καὶ αὐτοῦ γὰρ ἄνευ ἐντελὴς ἡ ἔννοια. (ῃ. 707-11) Ἡ δὲ τοῦ ∆ιομήδους ἐνταῦθα πρὸς τὸν βασιλέα φράσις περὶ παρατάξεως τοιαύτη «αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς, καρπαλίμως πρὸ νεῶν ἐχέμεν», ἤγουν ἔχε, «λαόν τε καὶ ἵππους ὀτρύνων, καὶ δ' αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι», ὅ ἐστι μάχου. «ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπῄνησαν βασιλῆες μῦθον ἀγασσάμενοι», τὸν τοῦ ἥρωος. (ῃ. 710) Καὶ ὅρα καὶ νῦν τὸ «ἐπῄνησαν», οὗ κοινότερον τὸ ἐπῄνεσαν. διφορεῖται γάρ. Χρῆσις δὲ αὐτοῦ καὶ παρ' Ἡσιόδῳ. (ῃ. 707) Καλὴν δὲ τὴν Ἠῶ σωματικῶς λέγει, καθὰ καὶ ῥοδοδάκτυλον. Ἡ δὲ ἀλληγορία ἑτέρως αὐτὰ πρὸς ἔπαινον συμβιβάζει πρωϊνῆς καλλονῆς. (ῃ. 712 ς.) Ὅτι καὶ ἐνταῦθα δηλοῦται, ὡς κοιμηθησόμενοι ἔσπενδον οἱ παλαιοί, καθὰ ἐν Ὀδυσσείᾳ πλατύτερον εἴρηται. Φησὶ γοῦν ὧδε, ὅτι «καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίηνδε ἕκαστος. ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο», τουτέστιν, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, ἀνεκλίθησαν καθευδήσαντες, εἶτα ὕπνωσαν. ΤΕΛΟΣ ΚΑΙ ΤΗΣ ΙΩΤΑ