βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
τέντας καὶ ἔξω· καὶ τὰ σπαθία τῶν Ῥωμαίων ἐκείνων τῶν χιλίων ἐθέριζαν καὶ κατέκοπτον ἕως τὸ ἐξημέρωμα. Κατέσφαξαν γοῦν καὶ τὸν βασιλέα τῶν Βουλγάρων, καὶ ἐγένετο εἰς αὐ τοὺς νίκη μεγάλη καὶ ἀνέλπιστος, καὶ ἔμειναν αἱ τένται, αἱ κατοῦναι, τὰ ἅρματα, ἡ αἰχμαλωσία, τὸ κοῦρσος, καὶ ἔγεμεν αὐτὰ ὁ κάμπος, καὶ ὁ ἥλιος ἐπλάτυνε, καὶ οἱ Ῥωμαῖοι πάντοτε κατέσφαζον ὅσους εὕρισκον· καὶ ἔστειλαν μανδάτα εἰς τὸν στρα τὸν καὶ συγχαρίκια. Καὶ ἔφθασε μὲ τὸ φοσάτον, καὶ εἶδε τὸν μέγαν ἐκεῖνον φόνον καὶ τὸ φοβερὸν ἔργον καὶ ἀτολμίαν· καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα δύναμιν εἰς τοσαύτην ἀπορίαν· καὶ οἱ αἰχμάλωτοι ἔπερ ναν ἄλογα καὶ πράγματα, καὶ ἀπήρχοντο ἐν τοῖς ἰδίοις· καὶ ὁ στρατηγὸς ἐστράφη μετὰ τοῦ φοσά του. ̣4 ̣ Ὁ δὲ βασιλεὺς Νικηφόρος ἦν ἄνθρωπος γη ραιὸς, καὶ ἐξαπέλυσε τὰς μάχας καὶ τοὺς πολέμους, καὶ ἐκαθέζετο, καὶ ἐφόρει χρυσὰ καὶ κατέκλαμπρα καὶ ἔτρεφε τὸ γῆρας αὐτοῦ μὲ συχνὰ λουτρὰ καὶ μυρίσματα καὶ τραπέζια βασιλικά· καὶ ἔτρωγε, καὶ ἔπινε, καὶ ἐσπατάλα, καὶ εὐφραίνετον τὴν κόρην ἐκείνην τὴν ὡραιοτάτην, τὴν γυναῖκα τοῦ Μιχαήλ· καὶ οὕτως ἐνετρύφα, καὶ ἔπαιζεν ὥσπερ νέος ὅπου ἄρχεται νὰ χαίρεται τὰς ἡδονὰς τοῦ κόσμου· τὰς δὲ βασιλικὰς δουλείας καὶ τὰς μεγάλας ὑποθέσεις ἐνεμπίστευεν εἰς ἀνθρώπους βαρβάρους, ἀγροίκους καὶ μεθυστάδας, οἵτινες ἦσαν ἀπὸ προπάππων αὐτῶν δοῦλοι καὶ ἀγνώριστοι, οὐδὲν καλὸν μὴ γινώσκοντες, κακόγνωμοι πάντες καὶ ἀπαίδευτοι ὄντες. Καὶ ὡμοίαζεν ἡ βασιλεία τῶν Ῥωμαίων πλοῖον φορτω μένον χωρὶς ναυτικοὺς καὶ ναυκλήρους. Ὁ δὲ Νικη φόρος ἐκαθέζετον εἰς θρόνους ὑψηλοὺς ἀργυροδιαχρύ σους, ἔστιλβεν ἀπὸ τὴν χρυσοφορίαν καὶ ἤλασεν ἄλλα καὶ ἕτερα διάφορα φορήματα, τὴν ἡμέραν φορὰς δέκα, καὶ εἴ τις ἔχρῃζε νὰ ἐπάρῃ ὀφφίκιον βασιλικὸν, ἤρχετο, καὶ ἐξένιζε δῶρα, καὶ ἠτίμωσε τὸ μεγαλεῖον τῆς βασιλείας· καὶ τὰς τιμὰς καὶ τὰ ἀξιώματα, ἅτινα ἐδίδασιν οἱ ἄλλοι βασιλεῖς εἰς ἐνδόξους καὶ μεγάλους 896 ἄρχοντας καὶ στρατηγοὺς, καὶ δοκίμους ὀνομα στοὺς, οὗτος ἔδιδεν αὐτὰ τζεγγαρίους ῥάπτας, πελε κάνους, κωμοδρόμους, κρεμυδοπώλους, ζευγηλάτας· καὶ ἐποίησε τὰ τίμια ἄτιμα, καὶ τὰ ὑψηλὰ καὶ ἔνδοξα ταπεινὰ καὶ ἀνωφέλητα· καὶ τὴν ἡμέραν ἐν ᾗ οὐ διήρχετό τις χωριάτης νὰ ζητήσῃ ὀφφίκια, ἐκαθέζετο σοβαρός· καὶ ἄλλην κἀμμίαν ἔννοιαν οὐκ εἶχεν, εἴτε ἂν κουρσεύονται τὰ κάστρα αὐτοῦ, εἴτε ἂν καταλύουσι τὰ ἔθνη τὸν κόσμον αὐτοῦ, εἴτε ἂν ἦσαν φοσάτα, εἴτε οὐκ ἦσαν, ἀλλ' ἡ φροντὶς αὐτοῦ εἰς τὰς πράξεις ἃς ἐδηλώσαμεν. ̣5 ̣ Ἐπεὶ δ' ἐν τοῖς βασιλείοις ὁ Βοτανειάτης ἐγένετο, ἀναδεῖται κατὰ τὴν μεγάλην τρίτην παρὰ τοῦ πατριάρχου ταινίᾳ βασιλικῇ. ̣6 ̣ Καὶ πρῶτον ἅπασι παρέσχε τὸ φιλοτίμημα, 110.1253 τὰς εἰς τὸ δημόσιον ἁπάντων κοινῶς ὀφειλὰς ἐκτεμὼν ἀπροσδιορίστως, καὶ χρεωκοπίαν τούτων θέσπισμά τι μεγαλοπρεπῶς ἐργασάμενος. ̣7 ̣ Ἔτι δὲ τῷ Βρυεννίῳ κατὰ τὴν ἑσπέραν ἐχομένῳ τῆς τυραννίδος στέλλει τοὺς ἀπαγγέλλοντας τὴν τοῦ Καίσαρος ἀξίαν αὐτῷ διδόναι, εἰ τῆς τυ ραννίδος ἀπόσχοιτο, καὶ τοῖς αὐτῷ συναραμένοις τὰς τιμὰς ἐπιβεβαιῶσαι, αἷς αὐτοὺς ἐκεῖνος ἐτίμη σεν. Ὁ δὲ σφόδρα τῆς βασιλείας ἐφίετο, καὶ ἀνένδοτος ἦν. Πάλιν οὖν ἑτέρα πρεσβεία· καὶ ἐπὶ ταύτῃ τρίτη. Ὁ δ' ὑπερηφανεύετο, καὶ οὐδὲ κατὰ τὰ τῶν πρέ σβεων νόμιμα τοὺς πρέσβεις ἐδέχετο, ἀλλ' ἀτίμως αὐτοὺς ἀπεπέμπετο. Ὡς οὐδὲν οὖν εἰρηνικῶς ἀνύειν ἔγνω ὁ βασιλεὺς, καὶ ἄκων πρὸς μάχην ἀπέ νευσεν, καὶ τὸν Κομνηνὸν Ἀλέξιον τετιμηκὼς νωβελίσιμον καὶ προχειρισάμενος μέγαν δομέστικον καὶ Ῥωμαϊκῶν αὐτὸν δυνάμεων προστησάμενος, κατὰ τοῦ Βρυεννίου ἐξέπραττεν· ὃς τούτῳ συμβα λὼν κατά τι χωρίον Καλαβρύην λεγόμενον, διὰ τὸ κατάῤῥυτον εἶναι τὸν τόπον βρύσεσι ὑδάτων πολλαῖς τε καὶ ἀγαθαῖς, ῥᾳδίως τῆς ἐκείνου περιεγένετο στρατιᾶς· καὶ τῶν μὲν πεσόντων, τῶν δὲ φυγόντων, εἷλε μονωθέν897τα τὸν τυραννήσαντα· καὶ τοῦ φωτὸς τὸν δείλαιον ἀπεστέρησεν, καὶ εἰσήγαγε τυφλὸν εἰς τὴν βασιλεύουσαν· καὶ ἡ μὲν τοῦ Βρυεννίου εἰς τοῦτο τέλος· κατήντησεν ἐπανάστασις. ̣8 ̣ Ἐπανέστησαν δὲ καὶ οἱ Βάραγγοι κατὰ τοῦ βασιλέως