βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
θυσίας πλήρεις διήρπαζον, ἐκχέοντες τὰ ἅγια κατὰ γῆς. Καὶ ὅσοις δὲ τῆς γερουσίας συνήντων, κατασπῶντες τῶν ἡμιόνων αὐτοὺς, ἐνίους δέ γε καὶ ἀποδύοντες, ἐν μέσαις ταῖς ἀγυιαῖς εἴων ἡμιγύμνους τε καὶ πεζούς. Καὶ ταῦτα καθ' ὅλην τὴν ἡμέραν ἐπράττετο· καὶ τὸ δεινὸν ἄχρι τοῦ Βοὸς ἐπεφθάκει, γινόμενον κοινόν τε καὶ πάνδημον· ἤδη δέ τινες καὶ μέχρι τοῦ Φιλαδέλφου ἢ καὶ προσωτέρω ἀπέδραμον. Οἱ δὲ Κομνηνοὶ εἰς τὴν προνομὴν σκεδασθέντων πάντων, μόνοι σὺν εὐαριθμήτοις σφόδρα τοῖς περὶ αὐτοὺς κατελείφθησαν· καὶ ἕως τοῦ Ταύρου γενόμενοι, προσωτέρω ἀπιέναι οὐκ ἐπεθάῤῥουν· τοσοῦτον γὰρ ἐψίλωντο ἀξιομάχου δυνάμεως, ὡς εἰ τότε τούτοις ἐπῆλθόν τινες, ῥᾷον ἂν εἷλον αὐτοὺς καὶ δεσμίους τῷ Βοτανειάτῃ προσήγαγον. Ἀλλὰ τὸ δόξαν ἤδη Θεῷ μετατραπῆναι οὐκ ἦν. Ἔνθεν τοι ὁ μὲν Βοτανειάτης μαθὼν τῶν Κομνηνῶν τὴν εἰσέλευσιν, ἄπεισιν αὐτίκα τῶν βασιλείων, αὐτοῦ που ῥίψας ἃ ὑπεδεῖτο φοινικόχροα πέδιλα· καὶ εἰς τὴν τῆς Περιβλέπτου μονὴν ἀπελθὼν, ἦς ἐκεῖνος, μετὰ τὸν κατὰ τοὺς Ἀργυροὺς Ῥωμανὸν ἐκεῖνον τὸν αὐτοκράτορα, κτήτωρ δεύτερος ἐχρημάτισε, κείρεταί τε τὴν τρίχα καὶ μεταμφιέννυται τὴν στολὴν, τριβώνιον κατὰ μονάζοντας ἐνδυσάμενος, ἔνθα καὶ χρόνον ἐπιβιούς τινα τὸν χοῦν ἀπέθετο τῷ χοΐ, ταφεὶς παρ' αὐτῇ· οἱ δὲ Κομνηνοὶ μηδενὸς αὐτοῖς ἀντιβαίνοντος, τοῖς ἀνακτόροις προσπεφοιτήκασιν, ἀταλαιπώρως τούτοις ἐπιβάντες καὶ ὁμαλῶς καὶ μετὰ πολλῆς τῆς λειότητος. Τοιαῦτα σφίσι τὰ προσόδια γέγονε, τοιαῦτα τὰ εἰς τὴν βασιλίδα τῶν πόλεων εἰσιτήρια· τοιαῦτα τῆς βασιλείας ἐπιβατήρια.