ὑμῶν ἐνώπιον ὑμῶν, λέγει Κύριος.9 Ἀνακεφαλαιοῦται τρόπον τινὰ τῆς θεοπρεποῦς φιλοτιμίας τὸν σκοπὸν, καὶ ἐν οἷς ἔσονται πάντως οἱ πεπιστευκότες, διὰ τούτων ἡμῖν ὑποφαίνει σαφῶς. διαβοήτους γὰρ ἔσεσθαι φησὶ, καὶ αὐχημάτων εἴσω λαμπρῶν, καὶ παντὸς ἔθνους ἐν ἀμείνοσι. προσεπάγει δὲ πάλιν καὶ καθ' οὓς ἔσονται τὰ τοιάδε καιροὺς, πανταχῆ μεμνημένος τῆς μετὰ σαρκὸς οἰκο- νομίας τοῦ Μονογενοῦς, ὅτε, καθάπερ ἔφην ἀρτίως, ἡ παντὸς ἀνάδειξις ἀγαθοῦ, καὶ πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ἐκβέ- βηκεν εἰς ἡμᾶς. τότε γὰρ τότε καὶ ὑπὸ χεῖρα πράττοντας διαβολικὴν καὶ τοῖς τῆς σαρκὸς πάθεσιν ὑπεζευγμένους, παραδόξως ἐξείλετο· τότε καὶ τῆς πολυθέου πλάνης ἀπήλ- λαττε καὶ μετετίθει πρὸς ἀλήθειαν· τότε καὶ τῶν τοῦ θανάτου δεσμῶν ἐξείλετο, δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν, καὶ τῷ Θεῷ καὶ Πατρὶ κατακτώμενος τὴν ὑπ' οὐρανόν. κεκλήμεθα γὰρ δι' αὐτοῦ, καὶ τὴν ἐν Πνεύματι προσαγωγὴν καὶ οἰκειό- τητα πεπλουτήκαμεν δι' αὐτοῦ, φημὶ δὴ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΓΓΑΙΟΝ ΤΗΣ Ἀγγαίου προφητείας τὸν σκοπὸν ἐφ' ἑτέροις τισὶ γεγονότα
καταθρήσαιμεν ἂν, καὶ οὐκ ἐφ' οἷς ἂν οἴοιτό τις τοὺς παρὰ τῶν ἑτέρων γεγενῆσθαι λόγους. Ὠσηὲ μὲν γὰρ ὁ θεσπέσιος καὶ μὴν καὶ οἱ καθεξῆς, μέχρι Σοφονίου, τὰ τοῖς Ἰουδαίοις κατὰ καιροὺς συμβησόμενα προαπήγγελον, καὶ ὡς ὅσον οὐδέπω παρεσομένων αὐτοῖς τῶν τῆς αἰχμαλωσίας καιρῶν, ἐκδειματοῦν ἐπεχείρουν τὸν Ἰσραὴλ, ἄνω τε καὶ κάτω τὰς τῶν πολεμίων φάλαγγας ὀνομάζοντες, τὰς τῶν πόλεων ἀναστάσεις, τοὺς ἐμπρησμοὺς, τὰς διαρπαγὰς, καὶ ἁπάσης δὲ τῆς χώρας τὴν δῄωσιν τοῖς καταφρονεῖν ᾑρημένοις χρησί- μως προαπαγγέλλοντες. ᾤοντο γὰρ, ὅτι κἂν εἰ μὴ ἕλοιντο πληροῦν ὡς ἐξ ἀγαθῆς διανοίας τὸ ἁνδάνον Θεῷ, καὶ τῶν εἰς τὸ ἄμεινον ἔχεσθαι σπουδασμάτων, ἀλλ' οὖν ἔσεσθαι τοιούτους τὸ τῆς συμφορᾶς μέγεθος ὑποφρίττοντας. Ἀγ- γαῖος γεμὴν ὡς τετελεσμένων ἤδη τῶν τῆς αἰχμαλωσίας 2.242 καιρῶν, καὶ εἰς τὴν ἁγίαν πόλιν ἀνακομισθέντος τοῦ Ἰσραὴλ 2.242 ἐκ τῆς Περσῶν τε καὶ Μήδων, ποιεῖται τοὺς λόγους, ἐπ' αἰτίαις τοιαύταις. ἀνῆκε μὲν γὰρ αὐτοὺς τῆς αἰχμαλωσίας ὁ Κῦρος, καὶ ὁμοῦ τοῖς σκεύεσι τοῖς ἱεροῖς οἴκαδέ τε ἰέναι προστέταχε, καὶ τὸν θεῖον αὖθις ἀναδείμασθαι νεὼν, τὸν ἔν γε τοῖς Ἱεροσολύμοις, καὶ προσέτι τούτῳ καὶ αὐτὴν, εἰ ἕλοιντο, διατειχίζειν τὴν πόλιν. οὗ δὴ γεγονότος, καὶ ἐν πρώταις ὄντος καταβολαῖς τοῦ ναοῦ, διαπεφθονηκότες τῶν ἐν Σαμαρείᾳ τινὲς, Βήλεμός τε καὶ οἱ ἀμφ' αὐτὸν, κατα- γεγράφασι τῶν ἐξ Ἰσραὴλ, τὴν εἰς τοὺς κρατοῦντας τῶν Βαβυλωνίων εὔνοιαν ὑποπλαττόμενοι, φιλοπόλεμόν τε καὶ δυσάντητον γενέσθαι λέγοντες τὴν Ἱερουσαλὴμ, καὶ αὐτοῖς δὲ τοῖς Περσῶν βασιλεῦσιν ἀφόρητον. εἶτα πείθουσι προσ- τάξαι κατηρεμεῖν Ἰουδαίους, καὶ μήτε τὸν νεὼν ἐγείρειν ἔτι, μήτε μὴν τῆς εἰς τὴν πόλιν ἔχεσθαι φιλεργίας. ὀλίγου δὲ μεταξὺ διελάσαντος χρόνου, διαδέχεται τὴν βασιλείαν ὁ ∆αρεῖος, καὶ ἦν μὲν ἔτος αὐτῷ τῆς βασιλείας δεύτερον. ἐπειδὴ δὲ τῶν ἐν Βαβυλῶνί τινες Ἰουδαίων προσπίπτοντες ἐλιπάρουν ἀνεῖναι λοιπὸν τὸν θεῖον ἐγεῖραι νεὼν, προσέτατ- τεν ὁ ∆αρεῖος, γέγραφε δὲ τοῖς ἀνὰ πᾶσαν τὴν Φοινίκην διέπουσι τὰς ἀρχὰς, μήτε ἐξείργειν Ἰουδαίους, εἰ ἀνορθοῦν ἕλοιντο τὸν ναόν· ἀλλὰ γὰρ καὶ χρημάτων ἐπιδαψιλεύεσθαι χορηγίαν, καὶ τὰς ἐν τῷ Λιβάνῳ κέδρους κατακομίζεσθαι παρ' αὐτῶν ἀπαρεμποδίστως ἐᾶν, ὡς ἂν οὐδενὸς ἐνδέοντος τῶν εἰς τὴν χρείαν αὐτοῖς, ἀποπεραίνοιτο λοιπὸν εὐκόλως τὰ 2.243 εἰς τιμήν τε καὶ δόξαν τοῦ πάντων κρατοῦντος Θεοῦ. εἰρη- μένης δὲ τῆς ἱστορίας λεπτῶς καὶ σαφῶς ἐν τῇ πρώτῃ τοῦ Ἔσδρα συγγραφῇ, περιττὸν οἶμαί που