δὲ καὶ οὐκ εἰς μακρὰν, ὡς ἐν ὁμοψυχίᾳ πίστεως καὶ ὡς ἐν ἑνότητι Πνεύματος καὶ ἀγάπης τῆς ἐν Χριστῷ. 9Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, λήψομαί σε Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ τὸν δοῦλόν μου, λέγει Κύριος, καὶ θήσομαί σε ὡς σφραγῖδα, διότι σε ᾑρετίσαμην, λέγει Κύριος παντοκράτωρ.9 Οὐ πρὸς Ζοροβάβελ ἀληθῶς ὁ τοιόσδε λόγος, γέγονε δὲ μᾶλλον ὡς πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὡς ἔν γε τῷ Ζοροβάβελ εὖ μάλα γραφόμενον· ὅτι καὶ ἐκ φυλῆς Ἰούδα, καὶ μέντοι καὶ βασιλεὺς, καὶ τῶν τῆς αἰχμαλωσίας λελυτρωμένων ἡγούμενος, καὶ οἷον ἐπιστάτης τῶν οἰκοδο- μούντων τὸν οἶκον Κυρίου. σὲ τοίνυν, φησὶ, λαβὼν τὸν δοῦλόν μου· τουτέστι τὸν ἐν δούλου μορφῇ πεφηνότα, πλὴν κατὰ φύσιν ἐλεύθερον· κατ' ἐκεῖνο τοῦ καιροῦ, καθ' ὃν ἂν ἑλοίμην καθελεῖν δυνάστας ἀπὸ θρόνων καὶ ἐκβαλεῖν ἀρχὰς, ὡς σφραγῖδα θήσομαι. σφραγὶς γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ὅλην αὐτοῦ καὶ ἀκραιφνῆ τὴν ὁμοίωσιν ἔχων, καὶ ἐν ἰδίῳ κάλλει τὴν τοῦ γεννήσαντος ἀπαστράπτων φύσιν. ἐν αὐτῷ δὲ καὶ ἡμᾶς εἰς ὁμοίωσιν ἰδίαν κατασφραγίζει Θεός· εἴπερ εἰς Χριστὸν μορφούμενοι, τὴν ὡς πρὸς Θεὸν εἰκόνα κερδαίνομεν. σήμαντρον οὖν ἄρα τὸ ἀκριβὲς τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, καὶ αὐτὸν ἡρετίσατο, τοῦτ' ἔστιν, αἱρετὸν ἐποιήσατο καὶ ἐξειλεγμένον. καὶ γοῦν ἐπὶ τοῖς Ἰορδάνου νάμασιν αὐτὸν ὡμολόγει, λέγων "Οὗτός ἐστιν ὁ Υἱός μου 2.281 "ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε." εὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἀναστοιχειῶσαι τὰ πάντα, καὶ ἀναγαγεῖν εἰς τὸ ἀπ' ἀρχῆς, καὶ ὡς ὁ θεσπέσιος γράφει Παῦλος, "ἀνα- "κεφαλαιώσασθαι τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς "γῆς" ἐν Χριστῷ, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΖΑΧΑΡΙΑΝ. ΤΟΜΟΣ ΠΡΩΤΟΣ
Ἐν τῷ ὀκδόῳ μηνὶ ἔτους δευτέρου ἐπὶ ∆αρείου, ἐγένετο λόγος Κυρίου πρὸς
Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τοῦ Προφήτου λέγων. ΠΡΟΦΗΤΕΥΕΙ μὲν ὁ μακάριος Ζαχαρίας ἐν τοῖς Ἱεροσολύμοις, κατὰ τοὺς αὐτοὺς οἶμαι χρόνους, καθ' οὓς καὶ ὁ Σοφονίας. μετὰ γάρ τοι τὴν ἐκ τῆς αἰχμαλωσίας ἐπάνοδον, κατῴκηκεν ὁ Ἰσραὴλ οὐκέτι διῃρημένως καὶ ἀνὰ μέρος ἔν τε τῇ Ἰουδαίᾳ καὶ ἐν τῇ Σαμαρείᾳ, ἀλλ' εἰς μίαν οἱ πάντες συνενηνεγμένοι πόλιν, τὴν Ἱερουσαλὴμ δηλονότι, καὶ ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν, βασιλεύοντος ἐπ' αὐτοῖς Ζοροβάβελ τοῦ ἐκ φυλῆς Ἰούδα, καὶ μὴν καὶ προὔχοντος ἐν ἱερωσύνῃ Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. ἐξυφαίνει δὲ 2.283 καὶ λίαν ἐντέχνως τῆς προφητείας τὸν λόγον. ἐπειδὴ γὰρ οἱ πλεῖστοι τῶν ἐκ τῆς Ἰουδαίας, ἤτοι Σαμαρείας, εἰς αἰχμα- λωσίαν ἀπενηνεγμένων, αὐτόθι ἐπανήκασιν, ἅπαντα μὲν εἰδότες τὰ παρὰ τῶν Βαβυλωνίων κατὰ τῶν Ἱεροσολύμων τετολμημένα κατὰ καιρούς· οὐκ ἠγνοηκότες δὲ πρὸς τούτοις, τὰ ἐφ' οἷς λελύπηται Θεός· οἱ δὲ δὴ γεννηθέντες ἐν τῇ τῶν Περσῶν τε καὶ Μήδων χώρᾳ, οὔτε τίς ἢ ὁποία πότ' ἐστιν ἡ Ἱερουσαλὴμ ἐγίνωσκον, οὔτε τὴν Ἰουδαίαν ᾔδεσαν, οὔτε μὴν τὰ ἐκ τῆς θείας ὀργῆς τοῖς πατράσιν αὐτῶν ἐπενηνεγμένα, ἀλλ' οὐδ' ἐπὶ τίσιν ὅλως τὰς οὕτω σκληρὰς ἐξῄτηνται δίκας, πλὴν ὅσον ἐξ ἠμελημένων τάχα που διηγημάτων, ἀναγκαίως ὁ τῶν ὅλων Θεὸς αὐτοῖς τοῖς λελυτρωμένοις καὶ κομιδῇ νέοις παιδαγωγὸν ὥσπερ τινὰ καὶ ἁρμοστὴν ἀναδείκνυσι τὸν μακάριον Ζαχαρίαν, ὄντα μὲν ἐξ αἵματος ἱεροῦ, τουτέστιν ἐκ τῆς φυλῆς Λευὶ, καὶ γεγονότα μὲν ἐκ πατρὸς Βαραχίου κατά γε τὴν σάρκα, κεχρηματικότα δὲ κατὰ πνεῦμα καὶ υἱὸν Ἀδδὼ τοῦ Προφήτου. τέθραπτο γὰρ, ὡς εἰκὸς, τοῖς ἐκείνου τρόποις, καὶ τῶν ἴσων