ἀνδραγαθημάτων γέγονε μιμητής. Τίς οὖν αὐτῷ τῆς προφητείας ὁ λόγος, καὶ διὰ ποίων τῶν διηγημάτων ἔρχεται, πῶς οὐκ ἂν δίκαιον εἰπεῖν ἐπιμετρίως; τὴν δίκην μὲν γὰρ ὑφ' ἥν εἰσιν, ἐπισκήπτει τοῖς λελυτρω- μένοις, ἅτε δὴ τῆς θείας ἐντολῆς οὐ μετρίως ἠμεληκόσι, καὶ τῶν διὰ τοῦ πανσόφου Μωυσέως τεθεσπισμένων ἀλογεῖν εἰωθόσι· καταδεδιττόμενος δὲ οὐ μετρίως αὐτοὺς, μεταφοιτᾶν ἀναπείθει πρὸς τὸ δεῖν ἑλέσθαι μᾶλλον εὐδοκιμεῖν διὰ τῆς εἰς πᾶν ὁτιοῦν εὐπειθείας καὶ ὑπακοῆς. προσεπάγει δὲ, ὅτι εἰ μή τινες εἶεν ἀγαθοὶ καὶ εὐήνιοι, καὶ τοῖς θείοις εἴκοντες νόμοις, πείσονται καὶ αὐτοὶ τῶν τοῖς πατράσι συμβεβηκότων 2.284 τὰ φορτικώτερα. κατευρύνων δὲ ὥσπερ τῆς παιδαγωγίας τοὺς λόγους, πειρᾶται διδάσκειν, τίνα μὲν ἦν πάλαι τὰ τῶν πατέρων ἐπιτηδεύματα, καὶ ἐπὶ τίσιν αὐτοῖς ὁ θεῖος ἐπέσταξε θυμὸς, τίνα δ' αὖ διολώλασι τρόπον, καὶ μὴν καὶ ὅπως λελύτρωνται, καὶ τὸν τῆς αἰχμαλωσίας ἀπολυσάμενοι ζυγὸν, ἀνεκομίσθησαν εἰς τὴν Ἰουδαίαν· προσεπάγει δὲ τούτοις, ὅτι, καθάπερ ἔφην ἀρτίως, πείσονται τὰ χείρω τῆς τῶν πατέρων ἀφιλοθεΐας κατ' ἴχνος ἰέναι σπουδάζοντες. δια- μέμνηται δὲ πανταχῆ τῆς διὰ Χριστοῦ λυτρώσεως ἐσομένης κατὰ καιροὺς, καὶ τὸ ἐπ' αὐτῷ μυστήριον διὰ πολλῶν ἡμῖν ἀναγράφει τρόπων. ∆εῖ δὴ οὖν ἕκαστα τῆς προφητείας τὰ μέρη πολυ- πραγμονεῖν ἐθέλοντας, μὴ ταυτολογίαν ἡγεῖσθαι τὰ ἐν αὐτῇ, καὶ περιττὴν ἀφήγησιν τῶν ἤδη γεγενημένων· διαμεμνῆσθαι δὲ μᾶλλον, ὅτι τοῖς ἐκ τῆς αἰχμαλωσίας ὑπονοστήσασιν εἰς τὴν Ἰουδαίαν, ἀναγκαιοτάτην ἔχει τῶν ἤδη συμβεβηκότων τὴν ἀφήγησιν. ἐπηνώρθου μὲν γὰρ τοὺς εἰδότας ὧν ἤδη πεπόνθασιν, ἀναφέρων πρὸς ἀνάμνησιν· τοῖς δὲ δὴ νέοις κομιδῇ, καὶ οὐκ εἰδόσι τὰ πάλαι, προεξένει τὴν ἀσφάλειαν, ἵνα μὴ τοῖς ἴσοις ἐναλοῖεν κακοῖς, τὴν βέβηλον καὶ ἀνομωτά- την ἀγαπῶντες ζωήν. 9Ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην.9 Συνίῃς ὅπως καταπτοεῖ τοῖς διηγήμασι, καὶ τοῖς κομιδῇ νέοις τὰ τοῖς πρὸ αὐτῶν συμβεβηκότα παρατιθεὶς εἰς ἐξή- γησιν, μετασοβεῖ πρὸς τὸ ἄμεινον, οἱονείπως ἀπειλῶν, ὅτι τοῖς ἴσοις, ἢ καὶ τοῖς ἔτι δυσαχθεστέροις ὑπενηνεγμένοι 2.285 κακοῖς, κατοιμώξουσι πικρῶς, εἰ μὴ ἕλοιντο σωφρόνως ἀπο- σπουδάζειν μὲν τὰ ἐκείνων, φροντίδος γεμὴν καὶ λόγου παντὸς ἀξιοῦν τὸ θυμῆρες Θεῷ. ὀργὴν δὲ μεγάλην ὠργίσθαι φησὶ τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεὸν, οὐκ ἀναπόδεικτον ἀφεὶς εἰς τὸ ἀτρεκὲς τὸν λόγον, ἀλλ' ἐξ ὧν ἤδη πεπείρανται καὶ πεπόνθασιν, ὅτι μὴ ἔστι ψευδοεπὴς ἀποφαίνων. εἴη γὰρ ἂν οὐ τῆς τυχούσης ἀγανακτήσεως ἔνδειξις τὸ ἐφεῖναι τοῖς Βαβυλωνίοις καταδῃῶσαι μὲν ἅπασαν τὴν Ἰουδαίαν, καὶ σὺν αὐτῇ τὴν Σαμάρειαν, κατεμπρῆσαι δὲ καὶ αὐτὰ τὰ ἅγια, καὶ κατασκάψαι τὴν Ἱερουσαλήμ· καὶ τὸν ἀπόλεκτον Ἰσραὴλ ἀποφῆναι μέτοικον, οἰκτρῶς καὶ ἐλεεινῶς ἐν ἀλλοδαπῇ δου- λεύοντα, καὶ δύσοιστον ὑπομένοντα ταλαιπωρίαν, καὶ ἁπτό- μενον μὲν θυσιῶν οὐκέτι, οὐκ αὐλῆς εἴσω φοιτῶντα τῆς ἱερᾶς, οὐκ εὐχαριστίας προσάγοντα κατὰ νόμον, ἢ δεκάτας, ἢ ἀπαρχάς· εἰργόμενον δὲ, ὡς ἐξ ἀνάγκης καὶ φόβου, καὶ τοῦ χρῆναι τελεῖν τὰς νενομισμένας αὐτῷ καὶ φιλτάτας ἑορτάς. οὐκοῦν ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας αὐτῶν ὀργὴν μεγάλην. Ἐπιφωνήσῃ δ' ἄν τις τὰ τοιάδε καὶ τοῖς Ἰουδαίοις δήμοις, εἴπερ ἕλοιτο μυσταγωγεῖν ἐπὶ τὸ Χριστοῦ μυστήριον. ἐπειδὴ γὰρ ἀπεκτόνασι τοὺς προφήτας, καὶ αὐτὸν δὲ "τὸν "Κύριον τῆς δόξης ἐσταύρωσαν," ἑάλωσαν καὶ πεπόρθηνται. κατεσείσθη δὲ καὶ αὐτὸς ὁ διαβόητος νεὼς, καὶ πεπλήρωται λοιπὸν ἐπ' αὐτοῖς τὸ διὰ φωνῆς Ὠσηέ "∆ιότι ἡμέρας πολ- "λὰς καθίσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως οὐδὲ "ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστη- "ρίου, οὔτε ἱερατείας, οὔτε δήλων." ὅτι δέ εἰσιν αἰχμάλωτοι, καὶ ὑπὸ χεῖρα τέως διαβολικὴν προσκεκρουκότες Θεῷ, καὶ ἀπεῤῥιμμένοι, καὶ ἁπάσης ἔξω φειδοῦς τῆς ἄνωθεν γεγονότες, 2.286 πῶς ἂν ἐνδοιάσειέ τις; εἰ δὲ δὴ λυτρωθεῖεν κατὰ καιροὺς, προσηκάμενοι τὴν πίστιν, καὶ Χριστὸν ἐπιγραψάμενοι Θεόν τε καὶ βασιλέα καὶ Κύριον, τότε δὴ τότε, καὶ μάλα