πόλιν, τουτέστι τὴν Ἐκκλησίαν. 9Ὄψεται Ἀσκάλων καὶ φοβηθήσεται, καὶ Γάζα καὶ ὀδυνηθήσεται σφόδρα, καὶ Ἀκκαρὼν, ὅτι ᾐσχύνθη ἀπὸ τῆς ἐλπίδος αὐτῆς· καὶ ἀπολεῖται βασιλεὺς ἀπὸ Γάζης, καὶ Ἀσκάλων οὐ μὴ κατοι- κηθῇ. καὶ κατοικήσουσιν ἀλλογενεῖς ἐν Ἀζώτῳ, καὶ καθελῶ ὕβριν ἀλλοφύλων.9 Ὅτε πολέμου καὶ μάχης ἐμβολὴ κατανέμεται χώραν, εὐ- θαρσέστεραί πως εἰσὶ καὶ ἐν ἐλπίσιν ἔσθ' ὅτε χρησταῖς, αἱ κατ' αὐτὴν πόλεις· οἴονται γὰρ, ὅτι περιέσονται τῶν ἐχθρῶν ἢ τῷ πλήθει τῶν ἐνοικούντων ἐν αὐταῖς, ἢ τειχῶν ὀχυρότητι καὶ ταῖς τῶν τακτικῶν ἐπιστήμαις· εἰ δὲ δὴ γένοιτο τῶν παρά σφισιν ἁλῶναι μίαν, ἥπερ ἂν λέγοιτο δυνατωτάτη, τότε δὴ τότε πᾶσα μὲν ὀκλάζει πρὸς δέος, ἀποσείεται δὲ τὴν ἐλ- πίδα, τὴν τοῦ διαφυγεῖν δύνασθαί φημι, καὶ ὡς πεσοῦσα θρηνεῖ. ἁλούσης δὴ οὖν τῆς Τυρίων, τῆς οὕτω διαφανοῦς καὶ ἀλκιμωτάτης καὶ πλούτῳ κομώσης, φοβηθήσεται μὲν, φησὶν, Ἀσκάλων, ὀδυνηθήσεται δὲ Γάζα καὶ μὴν καὶ Ἀκ-καρών. πόλεις δὲ αὗται τῶν Παλαιστινῶν. ὀδυνηθήσεται δὲ, ὅτι ᾐσχύνθη ἀπὸ τῆς ἐλπίδος αὐτῆς. ᾤοντο μὲν γὰρ, ὅτι αὐταῖς ἀρκέσει πρὸς ἐπικουρίαν ἡ Τυρίων ἰσχύς. ἐπειδὴ δὲ κειμένην τεθέανται, ταύτῃτοι λοιπὸν ἀπωλισθήκασι τῆς ἐλ- πίδος. καὶ ὁ μὲν Γάζης ἡγούμενος οἰχήσεταί φησιν, ἀπο- λωλὼς δηλονότι, κατοικήσουσι δὲ καὶ ἀλλογενεῖς ἐν Ἀζώτῳ, δεδαπανημένων, κατὰ τὸ εἰκὸς, τῷ πολέμῳ τῶν αὐθιγενῶν. 2.410 ἐπιλέγει δὲ τούτοις, ὅτι καθελῶ ὕβριν ἀλλοφύλων. καὶ ἀλλο- φύλους μὲν τοὺς Φυλιστιαίους, ἤτοι τοὺς Παλαιστινοὺς, ὀνομάζει συνήθως. ἥκοι δ' ἂν, εἴ γε τῳ δοκοίη, καὶ καθ' ἑτέρων ἐθνῶν ὁ λόγος τῶν ἠδικηκότων τὸν Ἰσραὴλ, οἳ καὶ ἦσαν ὅμοροι καὶ τῆς Ἰουδαίων γείτονες. ἀλλὰ ταυτὶ μὲν ἡμῖν, ὡς πρός γε τὸν ἐν τῷ γράμματι λόγον, εἰρήσεται πάλιν. Εἰδέναι δὲ ἀναγκαῖον, ὅτι διωκομένης, ὡς ἔφην, παρ' ἐχθρῶν ἔσθ' ὅτε τῆς Ἐκκλησίας, συνεπιφύονταί τε δεινῶς καὶ ἐπιμειδιῶσιν οἱ ἐχθροὶ, τάχα που λέγοντες τό "εὖγε εὖγε," κατὰ τὸ γεγραμμένον. πλὴν ἐπαμύνει Χριστὸς, καὶ ἅπασαν μὲν αὐτῶν συνθραύσει δύναμιν, τὸν ἴδιον ἐγείρων ναὸν, ἐπιφέρων δὲ τοῖς ἐπιβουλεύουσι τὰ ἐξ ἀκράτου θυμοῦ, καὶ ὥσπερ τινὰς πόλεις τὰς τῶν αἱρέσεων κατασείων συν- αγωγὰς, καὶ πρὸς ταύταις ἔτι τὰ τῶν εἰδωλολατρῶν ἀνόσια στίφη. 9Καὶ ἐξαρῶ τὸ αἷμα αὐτῶν ἐκ στόματος αὐτῶν, καὶ τὰ βδελύγματα αὐτῶν ἐκ μέσου ὀδόντων αὐτῶν· καὶ ὑπολειφθήσονται καὶ οὗ- τοι τῷ Θεῷ ἡμῶν, καὶ ἔσονται ὡς χιλίαρχος ἐν Ἰούδᾳ, καὶ ὁ Ἀκκαρὼν ὡς ὁ Ἰεβουσαῖος.9 Κατεδηδόκασι μὲν καὶ οὗτοι τὸν Ἰσραὴλ, καὶ οἷά τινες θῆρες, μονονουχὶ καὶ αἵματι πεφυρμένον εἶχον τὸ στόμα. ἐπειδὴ δὲ ἦσαν εἰδωλολάτραι, καὶ ταῖς τῶν ματαίων θερα- πείαις προσκείμενοι, ἀεί πως ἐπὶ γλώττης, ἤγουν ἐπ' ὀδόντων, ἐδέχοντο τῶν ἰδίων βδελυγμάτων τὰς κλήσεις, ἄνω τε καὶ 2.411 κάτω θεοὺς ὀνομάζοντες τὰ χειρόκμητα, καὶ λίθοις ἀψύχοις κατὰ τὸν προφήτην λέγοντες "Θεός μου εἶ σὺ, καὶ σὺ "ἐγέννησάς με." ἀλλ' ἐκτετίκασι μὲν τὴν αὐτοῖς προσή- κουσάν τε καὶ ἀποχρῶσαν δίκην, πεπλημμεληκότες ἀγρίως εἰς τὸν Ἰσραήλ. πλὴν οὐκ εἰς ἅπαν διολώλασι, προανα- θροῦντος Θεοῦ τὴν ἐν καιροῖς ἐσομένην αὐτῶν ἐπιστροφὴν ἐν Χριστῷ. ἐξαρῶ τοίνυν φησὶ τὸ αἷμα αὐτῶν ἐκ στόματος αὐτῶν, τουτέστιν, εἰ καὶ οἷά τινες θῆρες μονονουχὶ κατεῤῥό- φησαν τὸν Ἰσραὴλ, ἀλλ' ἥξει καιρὸς, καθ' ὃν ἔσονται καθαροὶ καὶ τῆς ἐπὶ τούτοις αἰτίας ἀπηλλαγμένοι· δικαιω- θήσονται γὰρ ἐν πίστει καὶ αὐτοὶ, καὶ τὸν ἐκ τῆς ἀρχαίας φαυλότητος ἀπολούσονται μολυσμόν. ἐξαρῶ δὲ καὶ τὰ ὀνό- ματα τῶν βδελυγμάτων αὐτῶν ἐκ μέσου ὀδόντων αὐτῶν. διαμε- μνήσονται γὰρ οὐκέτι τῶν ψευδωνύμων θεῶν, οὔτε μὴν ὀνομάσουσιν αὐτοὺς, ὑπολειφθήσονται δὲ καὶ αὐτοὶ τῷ Θεῷ ἡμῶν, καθάπερ ἀμέλει καὶ αὐτὸς ὁ Ἰσραήλ· σέσωσται μὲν γὰρ καὶ αὐτοῦ τὸ κατάλειμμα, καίτοι δεδυσσεβηκότος εἰς αὐτὸν τὸν Ἐμμανουήλ. ἐπειδὴ δὲ κεκλημένη τῶν ἐθνῶν ἡ πληθὺς τοῖς ἐξ αἵματος Ἰσραὴλ πιστεύσασι συνήφθη πνευ- ματικῶς, Χριστοῦ συνδοῦντος εἰς ἕνωσιν· "Αὐτὸς γάρ ἐστιν "ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσό- "τοιχον τοῦ