τὴν διαθήκην ἀνὰ μέσον τοῦ Ἰούδα καὶ ἀνὰ μέσον τοῦ Ἰσραήλ.9 Ῥάβδους ἔφη δύο λήψεσθαι Χριστὸν, οὕτω τε κατα- νεμήσειν ἐν αὐταῖς τὰ οἰκεῖα πρόβατα, δῆλον δὲ ὅτι τῶν διὰ πίστεως κεκλημένων τὴν ἁγίαν πληθύν. καὶ ῥάβδον μὲν εἶναι τὴν καλὴν ἐλέγομεν τὴν παιδείαν, ἤτοι τὸ κήρυγμα τὸ εὐαγγελικὸν, τὴν γεμὴν ἑτέραν, τουτέστι τὸ σχοίνισμα, τὴν διὰ Μωυσέως ἐντολὴν, ὡς τῷ σχοινίσματι τῷ ἐκνεμηθέντι Θεῷ· τουτέστι τῷ Ἰσραήλ· δοθεῖσαν εἰς βοήθειαν κατὰ τὴν τοῦ προφήτου φωνήν "Νόμον γάρ φησιν εἰς βοήθειαν "δέδωκεν." ὅτι τοίνυν οὐχὶ δὴ μόνοις τοῖς εὐαγγελικοῖς παιδεύμασιν ἡ τῶν ἐθνῶν ἔμελλε παιδαγωγεῖσθαι πληθὺς, ἀλλὰ γὰρ καὶ αὐταῖς ταῖς πάλαι τε καὶ διὰ Μωυσέως δοθείσαις ἐντολαῖς, μεταπλαττομένης δηλονότι τῆς ἐν νόμῳ σκιᾶς εἰς ἀλήθειαν, καὶ διὰ τῶν προκειμένων ἡμῖν καθίστη- σιν ἐναργές. ὥσπερ γὰρ ἀποῤῥιφῆναί τε καὶ σκεδασθῆναι τὴν καλὴν ἔφη ῥάβδον· διεσπάρη γὰρ ὥσπερ ἐν ταῖς τῶν Χαναναίων χώραις ἡ εὐαγγελικὴ παίδευσις, περιενεχθεῖσα δηλονότι διὰ τῶν ἁγίων ἀποστόλων· οὕτω καὶ ἡ ἑτέρα ῥάβδος, ἤτοι παίδευσις, τουτέστι τὸ σχοίνισμα, ἤγουν ὁ νόμος, ὁ ἐν τάξει διαθήκης παρὰ Θεοῦ τεθεὶς ἀνὰ μέσον τοῦ Ἰούδα καὶ ἀνὰ μέσον τοῦ Ἰσραὴλ, τουτέστι παντὸς τοῦ 2.468 γένους τοῦ ἐξ Ἰσραήλ· Ἰούδαν μὲν γὰρ ὀνομάζει τὰς ἐν τοῖς Ἱεροσολύμοις δύο φυλὰς, αὐτήν τε τὴν Ἰούδα φημὶ καὶ Βενιαμὶν, Ἰσραὴλ γεμὴν τὰς ἑτέρας δέκα, τὰς ἐν τῇ Σαμαρείᾳ διῳκισμένας ὁμοῦ τῷ Ἱεροβοάμ· δέδοται δὴ οὖν τοῖς ἐκ Χαναὰν καὶ ὁ νόμος· μυσταγωγούμεθα γὰρ, ὡς ἔφην, νομικοῖς τε καὶ εὐαγγελικοῖς θεσπίσμασι· ταύτῃτοι καὶ ἔφασκεν ὁ Χριστός "Μὴ νομίσητε ὅτι ἦλθον καταλύσαι "τὸν νόμον ἢ τοὺς προφήτας. οὐκ ἦλθον καταλύσαι, ἀλλὰ "πληρῶσαι. λέγω γὰρ ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς "καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ "νόμου, ἕως ἂν πάντα γένηται." πληροῖ γὰρ τὸν νόμον διδάσκων τὰ ὑπὲρ νόμον, καὶ οὐκ ἔξω νόμου τιθεὶς τὸν παιδαγωγούμενον, ὡς ἔν γε τῷ φάναι τυχόν "Ἠκούσατε "ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις Οὐ φονεύσεις, ὃς δ' ἂν φονεύσῃ, "ἔνοχος ἔσται τῇ κρίσει. ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ "ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ, ἔνοχος ἔσται τῇ κρίσει." καὶ πάλιν "Ἠκούσατε ὅτι ἐῤῥέθη Οὐ μοιχεύσεις. ἐγὼ δὲ "λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, "ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ." ἀποπεραίνεται γὰρ τό Οὐ φονεύσεις, ὡς ἔν γε τῷ παραιτεῖσθαι καὶ τὴν ὀργὴν, ἣ ῥίζα τέ ἐστι τοῦ φόνου καὶ γένεσις· τῷ δὲ μηδ' ὅλως εἰσδέχεσθαι τὰς ἐπιθυμίας, ἤγουν κολάζειν τὰς ἡδονὰς, συναναιρεῖταί που πάντως τῆς μοιχείας ὁ τρόπος, καθάπερ ἀμέλει καὶ ῥίζαις ἠδικημέναις συναπομαραίνεσθαί φαμεν τὰ ἐξ αὐτῶν βλαστήματα, μᾶλλον δὲ οὐδ' ἂν ἀνάσχοιεν ὅλως.
ΤΟΜΟΣ ∆ʹ. ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΖΑΧΑΡΙΑΝ. ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Καὶ εἶπε Κύριος πρὸς μέ Ἔτι λάβε σεαυτῷ σκεύη ποιμενικὰ ποιμένος
ἀπείρου, διότι ἰδοὺ ἐγὼ ἐξεγείρω ποιμένα ἐπὶ τὴν γῆν, τὸ ἐκλιμπάνον οὐ μὴ ἐπισκέψηται, καὶ τὸ διεσκορπισμένον οὐ μὴ ζητήσῃ, καὶ τὸ συντετριμμένον οὐ μὴ ἰάσηται, καὶ τὸ ὁλόκληρον οὐ μὴ κατευθυνεῖ, καὶ τὰ κρέα τῶν ἐκλεκτῶν καταφάγεται, καὶ τοὺς ἀστραγάλους αὐτῶν ἐκστρέψει.9 Τοῦ ἀγαθοῦ ποιμένος, σοφοῦ τε καὶ ἐπιστήμονος, τουτέστι Χριστοῦ, τὰς δύο ῥάβδους ἀποῤῥίψαντός τε καὶ διασκεδά- σαντος ταῖς τῶν Χαναναίων χώραις, κατὰ τοὺς ἤδη προ- αποδεδομένους τρόπους· οἱ μὲν ἐγνώκασιν ὅτι Λόγος Κυρίου ἐστί. πεπιστεύκασι γὰρ, ὡς ἔφην, ὅτι καίτοι παρὰ Θεοῦ καὶ Πατρὸς ἀποῤῥήτως γεγεννημένος ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ Λόγος, ἐπειδὴ γέγονε καθ' ἡμᾶς, κεχρημάτικέ τε τῶν ὅλων ἀρχιποίμην, προὔθηκεν