εἰς βρῶσιν. τὸ δὲ διαστελῶ νοήσεις ἢ ἀφοριῶ, ἤγουν ὅτι τῶν ἐκ γῆς φυομένων ἕκαστον ἴδιον ἔχειν καιρὸν, καθ' ὃν ἢ γίνεται τυχὸν ἢ πεπαίνεται. ὅτι δὲ βλάβης ἁπάσης ἀμείνων ἔσται τῆς γῆς ὁ καρπὸς, πολύβοτρυς δὲ καὶ εὐοινοτάτη λίαν ἡ ἐν ἀγροῖς ἄμπελος, ὑπισχνεῖται σαφῶς, ὧν εἰς πέρας ἐνηνεγ- μένων, μακαρίους τέ φησιν ἔσεσθαι λοιπὸν, καὶ οἷά τινα γῆν θελητὴν ὀνομάζεσθαι, τουτέστι, τὴν ἀξιέραστον διά τοι τὴν εὐκαρπίαν καὶ γονιμότητα. Οὐκοῦν εἴτις ἔχοι σπλάγχνα οἰκτιρμοῦ, τοιούτῳ δὴ πάντως περιτεύξεται τῷ Θεῷ, καὶ ἀποσωρεύσει μὲν ἐν οὐρανοῖς, φάγεται δὲ τοὺς καρποὺς τῶν ἰδίων πόνων, κατὰ τὸ γεγραμ- μένον, καὶ οὐκ ἔσται κατ' ἐκεῖνον τὸν ἀπηνῆ τε καὶ ἀνού- στατον πλούσιον, οὗ τὴν χώραν εὐφορηκέναι φησὶν ὁ Σωτὴρ ἐν παραβολαῖς εὐαγγελικαῖς. ὁ μὲν γὰρ ἔφασκε "Τί "ποιήσω; καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδο- "μήσω, καὶ ἐρῶ τῇ ψυχῇ μου Ψυχὴ, ἔχεις πολλὰ ἀγαθὰ "κείμενα εἰς ἔτη πολλὰ, φάγε, πίε, εὐφραίνου." σκεπτο- μένῳ δὲ τὰ τοιάδε καὶ ἀμαθαίνοντι ὁ Θεός "Ἄφρον, φησὶ, "ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ, ἃ δὲ 2.612 "ἡτοίμασας, τίνι ἔσται;" οὐκοῦν, ὡς ἔφην, εὐλογίας ἔμ- πλεως ὁ κοινωνικός· ὁ τοιοῦτος ἕξει καὶ νοητοὺς ὑετοὺς κατάρδοντας τὴν καρδίαν, καὶ ἱκανῶς κατευφραίνοντας, καὶ τοὺς τῆς εὐσεβείας ἐκδώσει καρποὺς, ἄλλοτε ἄλλως, καὶ οἱονεί πως διεσταλμένους, τοῦτο μὲν ἀγάπῃ, τοῦτο δὲ χρη- στότητι καὶ φιλαλληλίᾳ, ἀνδρείᾳ τε καὶ ὑπομονῇ διαπρέπων· ἔσται δὲ οἷά τις εὔκαρπος καὶ γονιμωτάτη γῆ, λαμπρός τε καὶ διαβόητος καὶ τρισμακάριος ἀληθῶς. "Αἱρετὸν γὰρ "ὄνομα καλὸν ἢ πλοῦτος πολὺς," καθὰ γέγραπται. 9Ἐβαρυνατε ἐπ' ἐμὲ τοὺς λόγους ὑμῶν, λέγει Κύριος, καὶ εἴπατε Ἐν τίνι κατελαλήσαμεν κατὰ σοῦ; καὶ εἴπατε Μάταιος ὁ δουλεύων Θεῷ, καὶ τί πλέον ὅτι ἐφυλάξαμεν τὰ φυλάγματα αὐτοῦ, καὶ διότι ἐπορεύθημεν ἱκέται πρὸ προσώπου Κύριου Παντοκράτορος; καὶ νῦν ἡμεῖς μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικοδομοῦνται ποιοῦντες ἄνομα, ἀντέστησαν Θεῷ καὶ ἐσώθησαν. ταῦτα κατελάλησαν οἱ φοβούμενοι τὸν Κύριον, ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· καὶ προσέσχε Κύριος καὶ εἰσήκουσεν.9 Ὅτε τινὰς τῶν γνωρίμων ὠλισθηκότας εἰς ἁμαρτίαν ἐπανορθοῦν ἐθέλῃ Θεὸς, παρακομίζει μὲν εἰς μέσον τὰ διεπταισμένα, διελέγχει δὲ σαφῶς, καὶ οἷον πλήττει μομφαῖς, ἵνα τοῖς ἰδίοις ἐπερυθριῶντες πλημμελήμασιν ἕλοιντό γε μεταφοιτᾶν ἐπὶ τὰ ἀμείνω καὶ χρησιμώτερα, σωθεῖέν τε οὕτω, τὸν παρ' αὐτοῦ ζητήσαντες ἔλεον. αἰτιᾶται τοίνυν καὶ ἐφ' ἑτέρῳ τινὶ τοὺς ἐξ Ἰσραὴλ, καὶ κοινὴν ὥσπερ τινὰ καὶ τοῖς μετ' αὐτοὺς ἐξυφαίνει τὴν ἐπίπληξιν, τὸ χρῆμα εἰδὼς ἐπωφελὲς ἅπασι καὶ σωτήριον. ὅσα γὰρ τοῖς πρὸ ἡμῶν συμβέβηκε τυπικῶς "Ταῦτα γέγραπται πρὸς νουθε- 2.613 "σίαν ἡμῶν," καθά φησιν ὁ σοφώτατος Παῦλος. αἰτιᾶται τοίνυν ἀθυροστομοῦντας αὐτοὺς, καὶ παλιμφήμοις ῥήμασι καταλυπεῖν ᾑρημένους. ἐβαρύνατε γάρ φησιν ἐπ' ἐμὲ τοὺς λόγους ὑμῶν. καὶ ποῖος ἦν ἄρα τῆς καταλαλιᾶς ὁ τρόπος; εἴπατέ φησι Μάταιος ὁ δουλεύων Θεῷ, καὶ ὅτι τὸ περιττὸν οὐδὲν ἐν τῷ βούλεσθαι τηρεῖν τὰ φυλάγματα αὐτοῦ, τουτ- έστι τὰ διὰ νόμου θεσπίσματα. εἰκαῖόν ἐστι πρὸς τούτῳ, φατὲ, καὶ τὸ ἱκετεύειν αὐτὸν, τουτέστι τὰς ὑπὲρ ὧν ἂν ἕλοισθε προσάγειν λιτάς. Καὶ ἀληθὴς μὲν πάντως ὁ τῶν ὅλων Θεὸς, εἰ ταυτί τε λέγοι καὶ καταιτιῷτο τοὺς ἐξ Ἰσραήλ. τίς δὲ δὴ τοῖς πεφλυαρηκόσιν ἡ τῆς ἁμαρτοεπείας πρόφασις, ἀναγκαῖον εἰπεῖν. μυρία μὲν γὰρ τὴν γῆν κατεβόσκετο γένη· ἀλλ' ἐκ πάντων ἓν τὸ ἐξ Ἰσραὴλ ἐπελέξατο ὁ Θεὸς, ὠνόμασται δὲ μερὶς καὶ σχοίνισμα καὶ κλῆρος αὐτοῦ. οἰκειωσάμενος δὲ πεπαιδαγώγηκε νόμῳ, ὠφέλησε διὰ προφητῶν. καὶ τί πρὸς ταῦτα πέπραχεν ὁ ἀπόπληκτος Ἰσραήλ; προσκεκύνηκε τῇ στρατιᾷ τοῦ οὐρανοῦ, λελάτρευκεν εἰδώλοις, ἔφη τοῖς γλυ- πτοῖς Ὑμεῖς ἐστε θεοὶ ἡμῶν. ἀγανακτήσας εἰκότως ἐπὶ τοῖς οὕτω δεινοῖς ἀνοσιουργήμασιν ὁ τῶν ὅλων Θεὸς, ἐπαίδευε πολυτρόπως, καλῶν εἰς μετάγνωσιν λιμοῖς, ἀνεμοφθορίαις, καρπῶν ἐνδείαις, ἀκρίδι καὶ βρούχῳ, ἰκτέρῳ καὶ