καὶ δὴ πρὸς ταῦτα Θεός " ̓Ορθῶς, φησὶ, πάντα ὅσα ἐλάλησαν· Προφήτην αὐτοῖς "ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σὲ, καὶ θήσω "τοὺς λόγους μου εἰς τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς "κατὰ πάντα ὅσα ἐντείλωμαι αὐτῷ." ὁρᾷς ὅπως ἐκ μακρῶν τῶν ἄνωθεν χρόνων προανεφώνει Χριστὸν τὸ γράμμα τὸ ἱερόν; ἀλλὰ καὶ αὐτὰς εἰ δὴ βούλοιτό τις βασανίζειν τὰς τοῦ νόμου σκιὰς, Χριστὸν εὑρήσει γραφόμενον, καὶ τὸ ἐπ' αὐτῷ μυστήριον. καὶ γοῦν ἔφασκεν Ἰουδαίοις "Εἰ "ἐπιστεύετε Μωυσῇ, ἐπιστεύετε ἂν ἐμοὶ, περὶ γὰρ ἐμοῦ "ἐκεῖνος ἔγραψε." πλήρωμα γὰρ νόμου καὶ προφητῶν ὁ Χριστὸς, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.