Homilia in illud: Ite in castellum

 ἀγάγετέ μοι.» 2.7 Ματθαῖος μὲν διαγράφων τὴν ἐκκλησίαν καὶ τὰ ἐξ αὐτῆς γενόμενα ὄνον καὶ πῶλον ὠνόμασε. Λουκᾶς δὲ τὰ ἀμφότερα εἰς μίαν ἑνότητα ἀνακεφα

 διαθήκην γένους μου, εἰς φῶς ἐθνῶν ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν ἀνειμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.» 4.4 πορεύονται

 σύμβολα νοητῶν ἐστιν, ἄκουε. ἐπεδήμησε γὰρ ὁ σωτήρ, ἵνα τὴν τοῦ ἀνθρώπου ψυχὴν προηγουμένως εὐεργετήσῃ. 6.3 ἀλλ' ἐπειδὴ τοῦτο τοῖς πολλοῖς ἄγνωστον ἦν

ἀγάγετέ μοι.» 2.7 Ματθαῖος μὲν διαγράφων τὴν ἐκκλησίαν καὶ τὰ ἐξ αὐτῆς γενόμενα ὄνον καὶ πῶλον ὠνόμασε. Λουκᾶς δὲ τὰ ἀμφότερα εἰς μίαν ἑνότητα ἀνακεφαλαιούμενος πῶλον ὀνομάζει. 2.8 φησὶ γὰρ οὕτω Λουκᾶς ἐν τῷ καθ' ἑαυτὸν εὐαγγελίῳ· «ἀπέστειλε δύο τῶν μαθητῶν αὐτοῦ εἰπών· ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ' ὃν οὐδεῖς πώποτε ἀνθρώπων ἐκάθισε· λύσαντες ἀγάγετέ μοι.» 2.9 εὑρήσεις οὖν τὸν μὲν Ματθαῖον πανταχοῦ δύο ὀνομάζοντα, τὸν δὲ Λουκᾶν εἰς ἓν τὰ δύο ἀνακεφαλαιοῦντα. 2.10 οἷον καὶ ἐπὶ τῶν τυφλῶν ὁ Ματθαῖος πάλιν δύο ὀνομάζει εἰπών· «καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· ἐλέησον ἡμᾶς, υἱὸς ∆αυίδ.» 2.11 ὁ δὲ Λουκᾶς τοὺς δύο εἰς ἕνα ἀνακεφαλαιούμενός φησιν· «ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. ἀκούσας δὲ ὄχλου διαπο ρευομένου ἐπυνθάνετο τί ἂν εἴη τοῦτο. ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. καὶ ἐβόησε λέγων· Ἰησοῦ υἱὲ ∆αυίδ, ἐλέησόν με.» 2.12 ὁμοίως καὶ ἐπὶ τῶν δαιμονιζομένων εὑρήσεις τὸν μὲν Ματθαῖον δύο ὀνομάζοντα, τὸν δὲ Λουκᾶν ἀκριβεστέρᾳ τῇ διανοίᾳ εὐσεβῶς ἀντὶ τῶν δύο ἕνα εἰρηκότα. 2.13 φησὶν οὖν ὁ Ματθαῖος περὶ τῶν δύο οὕτω· «καὶ ἐλθόντι αὐτῷ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ὑπήν τησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν.» 2.14 Λουκᾶς δὲ τοὺς δύο εἰς ἕνα γράφων ἔλεγεν· «ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν.» 2.15 πανταχοῦ οὖν εὑρήσεις τὸν μὲν Ματθαῖον δισσῶς περὶ πάντων φθεγγόμενον, τὸν δὲ Λουκᾶν ἑνικῶς διαλεγόμενον. 2.16 ὥστε οὐκ ἐσφαλμένα εἰσὶ τὰ θεῖα εὐαγγέλια-μὴ γένοιτο-οὔτε πάλιν ἀντίθετα ἑαυτοῖς ἐφθέγξαντο οἱ ἐξ ἑνὸς τοῦ ἁγίου πνεύματος ἐμφορούμενοι· μίαν γὰρ καὶ τὴν αὐτὴν σῴζουσι διὰ τῶν ἁγίων γραφῶν δύναμιν οἱ ἅγιοι. 3.1 Τούτων δὲ καὶ ἡμεῖς ἐμνημονεύσαμεν οὐκ ἐκπεσόντες τοῦ προκειμένου. ἀνεγνώσθη γὰρ ἡμῖν, ὡς ἠκούσατε, εὐαγγέλιον τὸ κατὰ Ματ θαῖον. 3.2 ἡ δὲ περιοχὴ τῆς γραφῆς ἐστιν αὕτη· «τότε ὁ Ἰησοῦς ἀπέστειλε δύο μαθητὰς λέγων αὐτοῖς· πορεύθητε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ' αὐτῆς· λύσαντες ἀγάγετέ μοι.» 3.3 ἤδη προειρήκαμεν, ὅτι αὕτη ἡ ὄνος ἡ ἐξ ἐθνῶν ἐκκλησία ἐτύγχανεν, ὁ δὲ πῶλος ὁ πατὴρ ἡμῶν Ἀδάμ ἐστιν, ὃν ἔδησεν ὁ σατανᾶς ταῖς ἑαυτοῦ πανουργίαις. 3.4 αὕτη γὰρ ἡ ὄνος ἀκάθαρτον ζῷον ἐχρημάτιζε, μὴ ἀνάγουσα μήτε κατάγουσα μηρυκισμόν. ἥτις ἐστὶν ἡ ἐξ ἐθνῶν ἐκκλησία. 3.5 ἐμιαίνετο γὰρ πρὸ τούτου ἐν τοῖς εἰδώλοις αὐτῆς καὶ ἐμολύνετο ἐν τοῖς ἀκαθάρτοις αἵμασιν. ὡς λέγεσθαι πρὸς αὐτὴν διὰ Ἠσαΐου τοῦ προφήτου· «ἐμοιχεύσω ἐν ποιμέσι πολλοῖς.» 3.6 ἀλλ' ὁ φιλάνθρωπος τοῦ θεοῦ υἱὸς ἐπεδήμησε πρὸς ἡμᾶς «καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.» 3.7 οὐ γὰρ ἦν ἀγγέλων τὸ σῶσαι κτίσιν θεοῦ ἀλλὰ λόγου θεοῦ, θεοῦ τοῦ καταβάντος «μεσίτου θεοῦ καὶ ἀνθρώπων.» αὐτῷ γὰρ καὶ ἐχρεωστεῖτο τῷ καὶ κτίστῃ εἰρημένῳ. 3.8 ἀποστέλλει οὖν τοὺς δύο μαθητὰς εἰς τὴν κατέναντι κώμην λῦσαι τὴν ὄνον καὶ τὸν πῶλον, «ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μηκέτι ἔχουσαν σπίλον ἢ ῥυτίδα» ἢ ἄλλο τι τῶν προλεχθέντων περὶ αὐτῆς, «ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος» τῷ Χριστῷ. 3.9 οὕτω γὰρ καὶ τὰ ἐξ αὐτῆς γεννώμενα ἔσονται εἰς «λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.» 4.1 Ἀπέρχονται οὖν οἱ δύο μαθηταὶ εἰς τὴν κατέναντι κώμην καὶ λύουσι τὴν ὄνον καὶ τὸν πῶλον κατὰ τὰ κελευσθέντα αὐτοῖς παρὰ τοῦ διδασκάλου. 4.2 ἀνεκαλέσατο γὰρ ἡμᾶς ἐκ τῆς κατέναντι κώμης εἰς τὴν ἐπουράνιον πόλιν, τὴν ἄνω Ἰερουσαλήμ. 4.3 ἔλυσε δὲ ἡμᾶς ἐκ τῶν τοῦ διαβόλου δεσμῶν. οἶδας καὶ τὸν προφήτην Ἠσαΐαν πρὸ πολλοῦ βοᾶν καὶ λέγειν· «ἔδωκά σε εἰς

2