Homilia in illud: Ite in castellum

 ἀγάγετέ μοι.» 2.7 Ματθαῖος μὲν διαγράφων τὴν ἐκκλησίαν καὶ τὰ ἐξ αὐτῆς γενόμενα ὄνον καὶ πῶλον ὠνόμασε. Λουκᾶς δὲ τὰ ἀμφότερα εἰς μίαν ἑνότητα ἀνακεφα

 διαθήκην γένους μου, εἰς φῶς ἐθνῶν ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν ἀνειμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.» 4.4 πορεύονται

 σύμβολα νοητῶν ἐστιν, ἄκουε. ἐπεδήμησε γὰρ ὁ σωτήρ, ἵνα τὴν τοῦ ἀνθρώπου ψυχὴν προηγουμένως εὐεργετήσῃ. 6.3 ἀλλ' ἐπειδὴ τοῦτο τοῖς πολλοῖς ἄγνωστον ἦν

διαθήκην γένους μου, εἰς φῶς ἐθνῶν ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν ἀνειμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.» 4.4 πορεύονται οὖν οἱ μαθηταὶ εἰς τὴν κατέναντι κώμην. κώμην δὲ ὅταν ἀκούσῃς τὸν περίγειον τοῦτον κόσμον ὑπολάμβανε· ἡ γὰρ πόλις ἡ ἐπουράνιός ἐστιν ὡς προείπαμεν. 4.5 τὸ δὲ καὶ "3εἰς τὴν κατέναντι κώμην"3 Μωϋσῆς ἐν τῇ Γενέσει προεσήμανεν εἰπών· «ἀπῴκησεν ὁ θεὸς τὸν Ἀδὰμ ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς καὶ ἐκέλευσε τὰ χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάττειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς.» 4.6 οὐδενὸς οὖν ἄλλου ἦν εἰσαγαγεῖν ἡμᾶς, ὅθεν ἐξεβλήθημεν, ἢ αὐτοῦ τοῦ κυρίου τοῦ τεθεικότος τὰ χερουβὶμ φυλάττειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς. 4.7 οὐδενὸς γὰρ ἄλλου ἦν ἀνακαλέσασθαι ἡμᾶς ἐκ τῆς κατέναντι κώμης εἰς τὴν ἐπουράνιον πόλιν ἢ αὐτοῦ τοῦ ἀποφηναμένου καθ' ἡμῶν. 4.8 οὕτως οὖν νοηθήσεται καὶ τὸ ἐπὶ τῆς ὄνου καὶ τοῦ πώλου, ὅτι πᾶσα ἡ ἀνθρωπότης ἐστίν. ὑποδείγμασι γὰρ κέχρηται ἡ θεία γραφή. 4.9 κἂν γὰρ τὴν ἐκκλησίαν διαλάβω, τὸν ἄνθρωπον σημαίνω· κἂν τοῦ Ἀδὰμ μνήμην ποιήσωμαι, ἀλλὰ πᾶσαν ὁμοῦ τὴν ἀνθρωπότητα ὁμολογῶ. 4.10 διὰ τοῦτο γὰρ ἐπεδήμησεν ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ χριστός, ἵνα τὸ πεπλανημένον ἐπιστρέψῃ καὶ τὸ ἀπολωλὸς ζητήσας εὕρῃ. 4.11 αὐτὸς γάρ ἐστιν «ὁ λύων τοὺς πεπεδημένους καὶ ἀνορθῶν τοὺς κατερραγμένους» καὶ ἀνακαλούμενος τοὺς ἐκπεσόντας καὶ λυτρούμενος τοὺς αἰχμαλώτους. 4.12 τοῦτο δὲ μηνύων καὶ ὁ θεόφορος ∆αυὶδ ἐν ψαλμοῖς ᾄδει λέγων· «ἐπίτρεψον, κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάρρους ἐν τῷ νότῳ.» 4.13 οὗτός ἐστιν ὁ καὶ τὸ σκότος καταλάμπων, περὶ οὗ γέγραπται· «Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα.» 4.14 τῆς γὰρ παρουσίας τοῦ σωτῆρος καταλαμψάσης τὰ σύμπαντα λύεται λοιπὸν ἡ ὄνος καὶ ὁ πῶλος ἐκ τῶν δεσμῶν. 4.15 αὐτὸς γὰρ καὶ τὰς ἁμαρτίας ἡμῶν ἦρεν, ὥς φησι διὰ τοῦ προφήτου· «ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου.» 5.1 ∆είξωμεν οὖν καὶ ἡμεῖς ἀγαθὸν τῇ ψυχῇ ἑαυτῶν. λύσωμεν πάντα σύνδεσμον ἀδικίας. τοῦτο γάρ ἐστι τὸ κυρίως ἀγαθόν, ἵνα, ἐν οἷς αὐτὸς ὁ διδάσκαλος ὀρθῶς καὶ καλῶς ἐπολιτεύσατο, μανθάνωμεν αὐτὸν μὴ λόγῳ μόνον παραδεδωκέναι ἡμῖν, ἀλλὰ καὶ πράγμασι τὰ συμφέροντα. 5.2 ἄκουε γὰρ αὐτοῦ λέγοντος διὰ τοῦ προφήτου· «πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τῇ καρδίᾳ, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν.» 5.3 δήσαντες γὰρ ἡμῶν πόδας καὶ χεῖρας οἱ πρὸ τούτου κύριοι ᾐχμαλώτευσαν ἡμᾶς προκόπτειν οὐκ ἐπιτρέποντες τῇ ὁδῷ τῆς ἀληθείας. 5.4 ἀλλ' ὁ φιλάνθρωπος τοῦ θεοῦ υἱὸς ἐπιδημήσας τῷ γένει τῷ ἀνθρωπίνῳ ἠλευθέρωσεν ἡμᾶς. ἀπέστειλε γὰρ τοὺς ἑαυτοῦ μαθητὰς καὶ ἔλυσεν ἡμᾶς ἐκ τῶν τοῦ διαβόλου δεσμῶν. 5.5 οὐκοῦν τὰ γενόμενα παράδοξα σημεῖα παρὰ τοῦ Ἰησοῦ· κἂν γὰρ αἰσθητῶς κατὰ τὴν ἱστορίαν ἐγένετο, ἀλλὰ νοητῶν χάριν ἐγένετο. ἐτελεῖτο γοῦν τὰ τῆς ἱστορίας καὶ πράγματα ἦν τὰ σημαινόμενα. 5.6 εἰ μὴ γὰρ πράγματα θεῖα ἦν τὰ σημαινόμενα, οὐκ ἂν οὕτως ἔμελλε τοῖς προφήταις προκηρῦξαι αὐτοῦ τὴν ἐπιδημίαν. 5.7 Ἠσαΐας γὰρ βοᾷ λέγων· «ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου.» 5.8 ἐπὶ τούτοις τοῖς γενομένοις παραδόξοις σημείοις παρὰ τοῦ Ἰησοῦ οὐκ ἔστιν οὔτε προσθῆναι οὔτε ἀφελεῖν. πάντα γὰρ τελείως καὶ ἀνελλιπῶς ἐποίησεν. ἦν γὰρ «δυνατὸς ἐν ἔργοις καὶ λόγοις» αὐτοῦ. 5.9 ἀμέλει τούτων μηνύων καὶ ὁ ψαλμῳδὸς ἔλεγε· «περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε.» τῇ γοῦν δυνάμει αὐτοῦ τῇ μεγάλῃ πᾶσαν ἠλευθέρωσε τὴν ἀνθρωπότητα. 6.1 Ταῦτα δὲ ἐποίησε τὰ σημεῖα παρὼν αὐτὸς ὁ κύριος μεθ' ἡμῶν, ἵνα φοβηθῶμεν ἀπὸ προσώπου αὐτοῦ. 6.2 ὅτι δὲ τὰ αἰσθητὰ

3