Homilia in illud: Ite in castellum

 ἀγάγετέ μοι.» 2.7 Ματθαῖος μὲν διαγράφων τὴν ἐκκλησίαν καὶ τὰ ἐξ αὐτῆς γενόμενα ὄνον καὶ πῶλον ὠνόμασε. Λουκᾶς δὲ τὰ ἀμφότερα εἰς μίαν ἑνότητα ἀνακεφα

 διαθήκην γένους μου, εἰς φῶς ἐθνῶν ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν ἀνειμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.» 4.4 πορεύονται

 σύμβολα νοητῶν ἐστιν, ἄκουε. ἐπεδήμησε γὰρ ὁ σωτήρ, ἵνα τὴν τοῦ ἀνθρώπου ψυχὴν προηγουμένως εὐεργετήσῃ. 6.3 ἀλλ' ἐπειδὴ τοῦτο τοῖς πολλοῖς ἄγνωστον ἦν

σύμβολα νοητῶν ἐστιν, ἄκουε. ἐπεδήμησε γὰρ ὁ σωτήρ, ἵνα τὴν τοῦ ἀνθρώπου ψυχὴν προηγουμένως εὐεργετήσῃ. 6.3 ἀλλ' ἐπειδὴ τοῦτο τοῖς πολλοῖς ἄγνωστον ἦν διὰ τῶν ὁρωμένων ἰάσεων τὴν κεκρυμμένην τῆς ψυχῆς σωτηρίαν ἐδείκνυεν. 6.4 ἀμέλει τῷ παραλυτικῷ ἄφεσιν ἁμαρτιῶν δωρησάμενος ἠπιστεῖτο. ἔλεγον γὰρ οἱ Ἰουδαῖοι· «τίς δύναται ἁμαρτίας ἀφιέναι εἰ μὴ μόνος ὁ θεός;» 6.5 εἶτα, ἐπειδὴ τὸ ἀφανὲς καὶ προηγούμενον ποιήσας ἐλάνθανε, κατὰ δεύτερον λόγον καὶ τὸ σῶμα ἰάσατο. εἶπε γὰρ αὐτῷ· «ἔγειρε, ἆρον τὸν κράβατόν σου καὶ περιπάτει.» 6.6 ὁρᾷς πῶς ταχέως οὗτος λέλυται ἀπὸ τῶν δεσμῶν καὶ οὐ μόνον διὰ τῆς ἔξωθεν ἰάσεως λέλυται, ἀλλὰ καὶ τῶν τοσούτων ἁμαρτημάτων ἐλευθεροῦται. 6.7 ἔτι μὴν καὶ κήρυκα τῆς θεραπείας αὐτὸν ἀπέδειξε καὶ ὅλως τὰ γενόμενα αἰσθητῶς νοητῶν χάριν ἐγένοντο. 6.8 διά τοι τοῦτο ἀποστέλλονται καὶ οἱ μαθηταὶ εἰς τὴν κατέναντι κώμην καὶ λύουσι τὴν ὄνον καὶ τὸν πῶλον κατὰ τὰ κελευσθέντα αὐτοῖς ὑπὸ τοῦ διδασκάλου. 6.9 τοῦτο δὲ ὅλως γέγονεν, ἵνα πληρωθῇ καὶ ἡ τοῦ Ἰακὼβ προφητεία. εὐλογῶν γὰρ τοὺς δώδεκα πατριάρχας φθάσας εἰς τὸν Ἰούδαν προφητεύει καὶ θεῖα ῥήματα φθέγγεται. 6.10 ἄκουε γὰρ αὐτοῦ λέγοντος· «δεσμεύων» γὰρ «πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ.» 6.11 καὶ ὅλως τὰ λεχθέντα ἅπαντα εἰς τὸν Ἰούδαν εὑρήσεις εἰς τὴν παρουσίαν τοῦ σωτῆρος προφητευόμενα. δύναται γὰρ ὁ φιλομαθὴς κατ' ὀλίγον ἀναγινώσκων νοῆσαι τὰ περὶ αὐτοῦ εἰρημένα. 6.12 ἵνα δὲ μὴ πᾶσαν τὴν ἱστορίαν διηγησώμεθα, ἀκούσωμεν τοῦ ἀποστόλου λέγοντος· «πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν.» 7.1 ∆ιὰ τοῦτο γοῦν ἐγένοντο τὰ γενόμενα, ἵνα τὸν δημιουργὸν διὰ τῆς ἑαυτοῦ λειτουργίας φανερὸν ποιήσωσι. 7.2 τίς γὰρ θεασάμενος ναῦν ἄριστα εὐθυνομένην οὐκ ἔννοιαν δέχεται κυβερνήτου; ἅρμα δὲ καλῶς διαβαῖνον καὶ τεχνικαῖς ἡνίαις φερόμενον οὐκ ἐννοεῖ τὸν ἡνιοχοῦντα; εἰ οὖν ἐπὶ τῶν ἐν χερσὶ τοιαῦτα, τί ἂν εἴποιμεν ἐπὶ τῶν τοῦ σωτῆρος παραδόξων; 7.3 ὁρῶμεν γὰρ τῶν ποιημάτων αὐτοῦ τὰ φοβερὰ καὶ παράδοξα· οἷον θαλάσσης τὰς τρικυμίας καὶ τῶν ἐν αὐτῇ προσαρασσόντων ἀνέμων τὰς κινήσεις, ἡλίου τε τὸν κύκλον καὶ σελήνης τὸν δρόμον καὶ τῶν ἀστέρων τὴν σύνθεσιν. 7.4 τίς δὲ οὐκ ἐφοβήθη, ὅτε «τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ ἄνωθεν ἕως κάτω,» ὅτε ὁ ἥλιος οὐ φέρων τὸ τολμηθὲν φόβῳ τὸ φῶς ἔστειλεν, ἢ ὅτε «αἱ πέτραι ἐσχίσθησαν καὶ τὰ μνημεῖα ἠνεῴχθησαν» καὶ οἱ ἐναποκείμενοι ἀνέστησαν καὶ οἱ ἐχθροὶ ἐφοβήθησαν ἀπὸ προσώπου αὐτοῦ; διὸ καὶ ἄκοντες ὡμολόγουν ὅτι «ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος.» 7.5 καὶ ὅλως «τὰ πλείονα τῶν ἔργων αὐτοῦ ἐν ἀποκρύφοις ἐστί.» «χίλιαι» γὰρ «χιλιάδες παρειστήκεισαν αὐτῷ αἰνοῦντες καὶ μύριαι μυριάδες λειτουργοῦσιν αὐτῷ.» 7.6 ἐπιγνῶμεν οὖν καὶ ἡμεῖς τὸν εὐεργέτην. δοξάσωμεν τὸν πατέρα σὺν υἱῷ καὶ ἁγίῳ πνεύματι· μίαν θεότητα ὁμολογήσωμεν. 7.7 τοῦ ἁμαρτάνειν παυσώμεθα. τῶν πτωχῶν μνημονεύσωμεν. ἡ φιλαδελφία μενέτω. τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε. 7.8 οὕτω γὰρ διάγοντες βασιλείαν οὐρανῶν κληρονομήσωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

4