1

 2

 3

 4

 5

 6

3

τῆς οὐσίας ταυτὸν, ἐπειδὴ ἐκ τοῦ Πατρὸς ὁ Υἱὸς, οὐ προστάγ ματι ποιηθεὶς, ἀλλ' ἐκ τῆς φύσεως γεννηθείς· οὐκ ἀπομερισθεὶς τοῦ Πατρὸς, ἀλλὰ μένοντος τελείου τέλειος ἀπολάμψας. Καὶ μή μοι περιδραμόντες, ὅσοι ἢ μὴ τελείως τοῖς λεγομένοις ἠκολουθήσατε, ἢ πρὸς ἐπήρειαν ἡμᾶς περιεστήκατε, οὐ λαβεῖν τι παρ' ἡμῶν ὠφέλιμον ἐπιζητοῦντες, ἀλλὰ λαβέσθαι τινὸς τῶν λεγομένων ἐπιτηροῦντες, εἴπητε· ∆ύο θεοὺς κηρύσσει, πολυθεΐαν καταγγέλλει. Οὐ δύο θεοί· οὐδὲ γὰρ δύο πατέρες. Ὁ μὲν ἀρχὰς εἰσάγων δύο, δύο κηρύττει θεούς. Τοιοῦτος δέ ἐστι Μαρ κίων, καὶ εἴ τις ἐκείνῳ τὴν ἀσέβειαν παραπλήσιος. Καὶ πάλιν ὁ ἑτερούσιον λέγων τὸν γεγεννημένον πρὸς τὸν γεννήσαντα, δύο καὶ οὗτος λέγει θεοὺς, διὰ τὴν τῆς οὐσίας ἀνομοιότητα τὸ πολύθεον παρ εισάγων. Εἰ γὰρ μία μὲν θεότης ἀγέννητος, μία δὲ γεννητὴ, σὺ εἶ ὁ τὴν πολυθεΐαν κηρύσσων, ἐναντίον μὲν λέγων εἶναι τὸ ἀγέννητον τῷ γεννητῷ, ἐναντίας δὲ δηλονότι καὶ τὰς οὐσίας τιθέμενος· εἴπερ οὐσία μὲν τοῦ Πατρὸς ἡ ἀγεννησία· οὐσία δὲ τοῦ Υἱοῦ ἡ γέννησις.

Ὥστε οὐ δύο μόνον θεοὺς, ἀλλὰ καὶ μαχομένους ἀλλήλοις λέγεις· καὶ τὸ δεινότατον, οὐ προαιρέσει διδοὺς τὴν μάχην, ἀλλὰ φυσικῇ δια στάσει, μηδέποτε ἐλθεῖν εἰς εἰρηνικὴν σύμβασιν δυναμένῃ. Ἀλλ' ὁ τῆς ἀληθείας λόγος ἑκατέρωθεν τὰ ἐναντιώματα διαπέφευγεν. Ὅπου γὰρ μία μὲν ἡ ἀρχὴ, ἓν δὲ τὸ ἐξ αὐτῆς, καὶ ἓν μὲν τὸ ἀρχέτυ 31.608 πον, μία δὲ ἡ εἰκὼν, ὁ τῆς ἑνότητος λόγος οὐ δια φθείρεται. ∆ιότι γεννητῶς ὑπάρχων ἐκ τοῦ Πα τρὸς ὁ Υἱὸς, καὶ φυσικῶς ἐκτυπῶν ἐν ἑαυτῷ τὸν Πατέρα, ὡς μὲν εἰκὼν, τὸ ἀπαράλλακτον ἔχει, ὡς δὲ γέννημα, τὸ ὁμοούσιον διασώζει. Οὐδὲ γὰρ ὁ κατὰ τὴν ἀγορὰν τῇ βασιλικῇ εἰκόνι ἐνατενίζων, καὶ βασιλέα λέγων τὸν ἐν τῷ πίνακι, δύο βασιλέας ὁμολογεῖ, τήν τε εἰκόνα, καὶ τὸν οὗ ἐστιν ἡ εἰκών· οὔτε, ἐὰν, δείξας τὸν ἐν τῷ πίνακι γεγραμμένον, εἴπῃ· Οὗτός ἐστιν ὁ βασιλεὺς, ἀπεστέρησε τὸ πρω τότυπον τῆς τοῦ βασιλέως προσηγορίας. Μᾶλλον μὲν οὖν ἐκείνῳ τὴν τιμὴν ἐβεβαίωσε διὰ τῆς τού του ὁμολογίας. Εἰ γὰρ ἡ εἰκὼν βασιλεὺς, πολλῷ δήπου εἰκὸς βασιλέα εἶναι τὸν τῇ εἰκόνι παρασχό μενον τὴν αἰτίαν. Ἀλλ' ἐνταῦθα μὲν ξύλα, καὶ κηρὸς, καὶ ζωγράφου τέχνη τὴν εἰκόνα ποιεῖ φθαρ τὴν, φθαρτοῦ μίμημα, καὶ τεχνητὴν τοῦ ποιη θέντος· ἐκεῖ δὲ, ὅταν ἀκούσῃς εἰκόνα, ἀπαύγασμα νόει τῆς δόξης. Τί δὲ τὸ ἀπαύγασμα, καὶ τίς ἡ δόξα; Αὐτὸς εὐθὺς ἡρμήνευσεν ὁ Ἀπόστολος ἐπάγων· Καὶ χαρακτὴρ τῆς ὑποστάσεως. Ταυτὸν οὖν ἐστι τῇ δόξῃ μὲν ἡ ὑπόστασις, τῷ ἀπαυγάσματι δὲ ὁ χαρα κτήρ. Ὥστε, τελείας μενούσης καὶ μηδὲν μειουμέ νης τῆς δόξης, τέλειον πρόεισι τὸ ἀπαύγασμα. Καὶ οὕτως ὁ τῆς εἰκόνος λόγος, θεοπρεπῶς παραδεχθεὶς, τὴν ἑνότητα ἡμῖν παρίστησι τῆς θεότητος. Οὗτος γὰρ ἐν ἐκείνῳ, κἀκεῖνος ἐν τούτῳ. Ὅτι καὶ οὗτος τοιοῦτός ἐστιν, οἷος ἐκεῖνος· κἀκεῖνος, οἷος οὗτος. Οὕτως ἑνοῦται τὰ δύο, τῷ μὴ διαλλάττειν, μηδὲ καθ' ἕτερον εἶδος καὶ ξένον χαρακτῆρα νοεῖσθαι τὸν Υἱόν. Πάλιν οὖν λέγω· Εἷς καὶ εἷς, ἀλλ' ἡ φύσις ἀμέριστος, καὶ ἡ τελειότης ἀνελλιπής. Εἷς οὖν Θεὸς, ἐπειδὴ δι' ἀμφοτέρων ἓν εἶδος θεωρεῖται ὁλο κλήρως ἐν ἀμφοτέροις δεικνύμενον. Ἀλλὰ γὰρ πά λαι ὁρῶ δυσανασχετοῦντας ὑμᾶς πρὸς τὸν λόγον, καὶ μονονουχὶ ἀκούειν δοκῶ, ὅτι τοῖς ὁμολογου μένοις ἐνδιατρίβων, τῶν πολυθρυλλήτων ζητημάτων οὐχ ἅπτομαι. Πᾶσα γὰρ ἀκοὴ νῦν πρὸς τὴν ἀκρόα σιν τῶν λόγων τῶν περὶ τοῦ ἁγίου Πνεύματος ἀνηρέθισται. Ἐγὼ δὲ μάλιστα ἠβουλόμην, ὡς παρ έλαβον ἁπλοϊκῶς, ὡς συνεθέμην ἀνεπιτηδεύτως, οὕτω παραδιδόναι τοῖς ἀκούουσι· μὴ ἀεὶ περὶ τῶν αὐτῶν ἀπαιτούμενος τὰς εὐθύνας, ἀλλ' ἐκ μιᾶς ὁμολογίας πεπεισμένους ἔχων τοὺς διδαχθέντας. Ἐπειδὴ δὲ περιεστήκατε ἡμᾶς, δικασταὶ μᾶλλον 31.609 ἢ μαθηταὶ, ἡμᾶς δοκιμάσαι βουλόμενοι, οὐκ αὐτοί τι λαβεῖν ἐπιζητοῦντες· ἀνάγκη ἡμᾶς ὥσπερ ἐν δικαστηρίῳ τὴν ἀντιλογίαν προτείνεσθαι, καὶ ἀεὶ μὲν ἀνακρίνεσθαι, ἀεὶ δὲ λέγειν ἃ παρειλήφαμεν. Ὑμᾶς δὲ παρακαλοῦμεν μὴ ἐκ παντὸς τρόπου ζη τεῖν τὸ ὑμῖν