1

 2

 3

 4

 5

 6

6

τοὺς συλλογισμοὺς, ἢ ἐπεύξομαι ὑμῖν ἀληθῆ εἶναι τὰ συμπεράσματα; Τί διαφέρει τῶν τοιούτων λόγων καὶ ἡ περὶ τοῦ Πνεύματος ὑμῶν τεχνολογία, ἣν γυναικαρίοις ἀθλίοις, ἢ τοῖς γείτοσι τῶν γυναικῶν εὐνούχοις ἐνεπιδείκνυσθε; Μὴ δὴ ἐπη ρεαστικῶς ἄκουε.

Εἰ ἐκ τοῦ Θεοῦ τὸ Πνεῦμα, πῶς ὑπὸ τὴν κτίσιν ἄγεις; Οὐ γὰρ δὴ ἐκεῖνο ἐρεῖς, ὅτι καὶ τὰ πάντα ἐκ τοῦ Θεοῦ. Ὥσπερ γὰρ ὁ Χριστὸς Θεοῦ λέγεται, οὐχὶ δὲ κτίσμα ὡς καὶ ἡμεῖς (Ἡμεῖς γὰρ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ), ἀλλ' ἄλλως μὲν ἡμεῖς Χριστοῦ λεγόμεθα, ὡς δοῦλοι ∆εσπότου· ἄλλως δὲ Χριστὸς Θεοῦ λέγεται, ὡς Υἱὸς τοῦ Πατρός· οὕτω καὶ τὸ Πνεῦμα, οὐκ ἐπειδὴ τὰ πάντα ἐκ τοῦ Θεοῦ, καὶ αὐτὸ ὡς τὰ πάντα. Οὐ γὰρ ἐπειδὴ καὶ τὰ λειτουργικὰ πνεύματα, ἤδη καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὅμοιον αὐτοῖς διὰ τὴν προσηγορίαν. Ἓν γάρ ἐστι τὸ ἀλη θινῶς Πνεῦμα. Ὡς γὰρ πολλοὶ μὲν υἱοὶ, εἷς δὲ ὁ ἀληθινὸς Υἱός· οὕτω κἂν πάντα λέγηται ἐκ τοῦ Θεοῦ, ἀλλὰ κυρίως ὁ Υἱὸς ἐκ τοῦ Θεοῦ, καὶ τὸ Πνεῦμα ἐκ τοῦ Θεοῦ. Ἐπειδὴ καὶ ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς ἐξῆλθε, καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς ἐκπορεύεται. Ἀλλ' ὁ μὲν Υἱὸς ἐκ τοῦ Πατρὸς γεννητῶς, τὸ δὲ Πνεῦμα ἀῤῥήτως ἐκ τοῦ Θεοῦ. Ὅρα οὖν ἡλίκος ὁ κίνδυνος κατασμικρύνειν τὴν δόξαν τοῦ Παρακλή του. Οὐ δέχεται τὴν εἰς αὐτὸν τιμὴν ὁ Υἱὸς, ἀθετου μένου τοῦ Πνεύματος. Ἐκεῖνος γὰρ, φησὶν, ἐμὲ δοξάσει, οὐχ ὡς δοῦλος μετὰ τῆς κτίσεως. Εἰ γὰρ μετὰ πάντων ἐδόξαζεν, οὐκ ἂν ἐῤῥήθη, Ἐκεῖνος. Νῦν δὲ ἡ ἐπὶ τὸ ἓν ἀναφορὰ τὴν καθ' ὑπεροχὴν τῶν ἄλλων προσαγομένην δόξαν παρίστησιν. Οὐ γὰρ ὡς οἱ λέγοντες· ∆όξα ἐν ὑψίστοις Θεῷ· ἀλλ' ὡς ὁ εἰπών· Πάτερ, ἐδόξασά σε, τὸ ἔργον ὃ ἔδωκας ἐτελείωσα. Καὶ ὡς ὁ Πατὴρ δοξάζει τὸν Υἱὸν, λέ γων· Καὶ ἐδόξασά σε, καὶ πάλιν δοξάσω· οὕτω καὶ ὁ Υἱὸς τὸ Πνεῦμα εἰς τὴν ἑαυτοῦ καὶ Πατρὸς κοινωνίαν παραλαμβάνει. Ἢ δειξάτω μοί τις μείζονα ταύτης δόξαν, καὶ πάντα δίδωμι ἀληθεύειν τοὺς ἀν τιλέγοντας. Ὁ ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ. ∆ιὰ τί; ∆ιὰ τὸ Πνεῦμα τὸ ἐνοικοῦν ἐν αὐτοῖς δηλονότι. Ὥστε 31.617 ὁ μὴ τιμῶν τὸ Πνεῦμα οὐ τιμᾷ τὸν Υἱόν· Ὁ δὲ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα. Οὕτως ἄρα ἡ περὶ ἕν τι τῶν πιστευομένων ἀγνωμοσύνη ὅλης ἐστὶ τῆς θεότητος ἄρνησις. Εἰ κτιστόν ἐστι τὸ Πνεῦμα, οὐ θεῖον. Ἀλλὰ μὴν Πνεῦμα, φησὶ, θεῖον τὸ ποιῆσάν με. Καὶ, Ἐνέπλησε, φησὶν, ὁ Θεὸς τὸν Βεσελεὴλ Πνεῦμα θεῖον σοφίας καὶ συνέσεως. Ποῦ τοίνυν εὑρίσκεις προσεγγίζον τὸ θεῖον; τῇ κτίσει, ἢ τῇ θεότητι; Εἰ μὲν γὰρ τῇ κτίσει, καὶ τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κτίσμα ἐρεῖς· γέγραπται γὰρ περὶ αὐτοῦ· Ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης· εἰ δὲ τῇ θεότητι, παυσάμενος τῆς βλασφημίας, ἐπίγνωθι τοῦ Πνεύματος τὴν ἀξίαν. Οὕτως ἀσύνετος εἶ, ὡς μηδ' ὑπ' αὐτῆς προσάγεσθαι τῆς φωνῆς εἰς τὰς ἀξίας ἐννοίας τοῦ Πνεύματος.