1

 2

 3

 4

 5

 6

 7

2

ἀπολογίαν τῶν ἁμαρτημάτων ἑαυτοῖς εὐτρεπίζειν ἡγούμενοι τὴν ἐπὶ τοῖς διατεταγμένοις ἡμῖν, ὡς ἀδυνάτοις, διαβολήν.

Τί οὖν φαμεν; Ὅτι, πρὸς ἕτερα βλέποντος τοῦ Ἀποστόλου, καὶ τὰς ψυχὰς ἡμῶν πειρωμένου χαμόθεν πρὸς ὕψος μετεωρίζειν, καὶ ἐπὶ τὸ οὐράνιον μετατιθέναι πολίτευμα, οἱ μὴ ἐφικνούμενοι τῆς μεγαλονοίας τοῦ νομοθέτου, περὶ γῆν καὶ σάρκας, ὡς περὶ τέλμα σκώληκες, ἰλυσπώ μενοι ἐν τοῖς τοῦ σώματος πάθεσι, τὸ δυνατὸν τῶν 31.221 ἀποστολικῶν διατάξεων ἀπαιτοῦσιν. Ὁ δὲ προκα λεῖται εἰς τὸ πάντοτε χαίρειν οὐχὶ τὸν τυχόντα, ἀλλὰ τὸν οἷος αὐτὸς ἦν, οὐκέτι ζῶν ἐν σαρκὶ, ἀλλὰ ζῶντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν, ὡς τῆς πρὸς τὸ ἀκρότατον τῶν ἀγαθῶν συναφείας μηδαμῶς τὴν ἀπὸ τῶν ὀχληρῶν τῆς σαρκὸς συμπάθειαν δεχομένης. Ἀλλὰ κἂν διακόπτηται ἡ σὰρξ, ἡ τῆς συνεχείας διάλυσις ἐναπομένει τῷ πεπονθότι τοῦ σώματος μέρει, τῆς διαδόσεως τοῦ λυποῦντος οὐ δυναμέ νης διικνεῖσθαι πρὸς τὸ νοερὸν τῆς ψυχῆς. Εἰ γὰρ ἐνεκρώσαμεν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, κατὰ τὰς ὑποθήκας τοῦ Ἀποστόλου, καὶ τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιεφέρομεν, ἀναγκαίως ἡ ἀπὸ τοῦ νενεκρωμένου σώματος πληγὴ πρὸς τὴν ἀπολελυμένην τῆς συναφείας αὐτοῦ ψυχὴν οὐ χωρή σει. Ἀτιμίαι δὲ καὶ ζημίαι, καὶ οἰκείων θάνατοι οὐκ ἀναβήσονται πρὸς τὸν νοῦν, οὐδὲ καταστρέψουσι τὸ ὑψηλὸν τῆς ψυχῆς πρὸς τὴν ὧδε συμπάθειαν. Εἰ μὲν γὰρ τὰ αὐτὰ φρονοῦσι τῷ σπουδαίῳ οἱ ταῖς δυσκολίαις περιπεσόντες, οὐ παρέξουσι λύπας ἑτέρῳ, οἵ γε μηδ' αὐτοὶ λυπηρῶς διαφέροντες τὰ συμπί πτοντα· εἰ δὲ κατὰ σάρκα ζῶσιν, οὐδ' οὕτω λυπή σουσιν, ἀλλ' ἐλεεινοὶ κριθήσονται, οὐ τῶν περι στάσεων μᾶλλον, ἢ τοῦ μὴ προαιρεῖσθαι τὰ δέοντα. Ὅλως δὲ ψυχὴ, ἡ ἅπαξ προσδεθεῖσα τῷ πόθῳ τοῦ Κτίσαντος, καὶ τοῖς ἐκεῖ κάλλεσιν ἐνειθισμένη φαιδρύνεσθαι, τὸ περιχαρὲς αὐτῆς καὶ εὔθυμον ὑπὸ τῆς ποικίλης μεταπτώσεως τῶν σαρκικῶν παθημά των οὐ μεταβαλεῖ· ἀλλὰ τὰ τοῖς ἄλλοις λυπηρὰ προσ θήκην εὐφροσύνης ποιήσεται.

Οἷος ἦν ὁ Ἀπόστολος, εὐδοκῶν ἐν ἀσθενείαις, ἐν θλίψεσιν, ἐν διωγμοῖς, ἐν ἀνάγκαις, καυχήματα ἑαυτοῦ τὰς ἐνδείας ποιούμενος· ἐν λιμῷ καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι, ἐν διω γμοῖς καὶ στενοχωρίαις, ἐφ' οἷς ἄλλοι δυσανα σχετοῦσι καὶ πρὸς τὸν βίον ἀπαγορεύουσιν, ἐπὶ τού τοις αὐτὸς ἀγαλλιώμενος. Οἱ τοίνυν ἀπαιδεύτως ἔχοντες τῆς ἀποστολικῆς διανοίας, καὶ μὴ συνιέντες, ὅτι πρὸς τὴν εὐαγγελικὴν ἡμᾶς προσκαλεῖται ζωὴν, τολμῶσι κατηγορεῖν τοῦ Παύλου, ὡς ἀδύνατα ἡμῖν διορίζοντος. Ἀλλὰ μὴν διδασκέσθωσαν ὅσαι τοῦ χαίρειν εὐλόγως αἱ ἀφορμαὶ διὰ τῆς τοῦ Θεοῦ μεγαλοδωρεᾶς ἡμῖν πρόκεινται. Παρήχθημεν εἰς τὸ εἶναι, μὴ ὄντες· κατ' εἰκόνα τοῦ κτίσαντος ἐγενήθημεν· νοῦν καὶ λόγον συμπληροῦντα ἡμῶν τὴν φύσιν ἔχομεν, δι' οὗ Θεὸν ἐγνωρίσαμεν. Καὶ τὰ κάλλη τῆς κτίσεως ἐν τέχνως καταμανθάνοντες, δι' αὐτῶν, οἱονεὶ διὰ γραμ μάτων τινῶν, τὴν μεγάλην τοῦ Θεοῦ περὶ πάντα 31.224 πρόνοιαν καὶ σοφίαν ἀναγινώσκομεν. ∆ιακριτικοί ἐσμεν ἀγαθοῦ καὶ τοῦ χείρονος· ἐκλογὴν τοῦ συμφέροντος καὶ ἀποστροφὴν τοῦ βλαβεροῦ ἐξ αὐτῆς τῆς φύσεως δεδιδάγμεθα. Ἀλλοτριωθέντες Θεοῦ διὰ τῆς ἁμαρτίας, πάλιν εἰς τὴν οἰκειότητα ἀνεκλήθημεν, τῷ αἵματι τοῦ Μονογενοῦς ἐκ τῆς ἀτίμου δουλείας ἐξαιρεθέντες. Ἀναστάσεως ἐλπίδες, ἀγγελικῶν ἀγα θῶν ἀπολαύσεις, ἡ ἐν οὐρανοῖς βασιλεία, τὰ ἐν ἐπαγ γελίαις ἀγαθὰ, καὶ διανοίας καὶ λόγου δύναμιν ὑπερ βαίνοντα. Πῶς οὐχὶ ταῦτα προσήκει χαρᾶς ἀλήκτου καὶ εὐφροσύνης διηνεκοῦς ἐξαρκεῖν νομίζειν αἴτια, ἀλλ' οἴεσθαι τὸν γαστριζόμενον, καὶ καταυλούμενον, καὶ ἐπὶ μαλακῆς κοίτης ἀνατετραμμένον καὶ ῥέγχοντα, τοῦτον ἀξίως χαρᾶς διαζῇν; Ἐγὼ δὲ τούτοις μὲν τὸ θρηνεῖσθαι φαίην ἂν πρέπειν παρὰ τῶν νοῦν ἐχόντων· μακαρίζειν δὲ τοὺς ἐπ' ἐλπίδι τοῦ μέλλοντος αἰῶνος τὴν παροῦσαν ζωὴν διαφέροντας, καὶ τὰ παρόντα τῶν αἰωνίων ἀμειβομένους, κἂν ἐν φλογὶ διάγωσιν οἱ Θεῷ συνημμένοι, ὡς