1

 2

 3

 4

 5

 6

 7

3

οἱ τρεῖς παῖδες ἐπὶ τῆς Βαβυ λωνίας, κἂν λέουσιν ὦσι συγκαθειργμένοι, κἂν ὑπὸ κήτους καταποθέντες, ὑφ' ἡμῶν τε χρῆναι μακα ρίζεσθαι, καὶ αὐτοὺς ἐν χαρᾷ διάγειν, οὐχὶ τοῖς παροῦσιν ἀλγυνομένους, ἀλλὰ τῇ ἐλπίδι τῶν εἰς ὕστε ρον ἡμῖν ἀποκειμένων εὐφραινομένους. Οἶμαι γὰρ τὸν ἀγωνιστὴν τὸν καλὸν, ἅπαξ ἐπὶ τὸ τῆς εὐσε βείας στάδιον ἀποδύντα, φέρειν χρῆναι γενναίως τὰς πληγὰς τῶν ἀντιπάλων ἐλπίδι τῆς δόξης τῆς ἀπὸ τῶν στεφάνων.

Καὶ γὰρ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν οἱ κατὰ τὰς παλαίστρας τοῖς πόνοις προσεθισθέντες οὐ πρὸς τὸ ἀλγεινὸν συστέλλονται τῆς πληγῆς, ἀλλ' ὁμόσε χωροῦσι τοῖς ἀντιπάλοις ἐπιθυμίᾳ τῆς ἀναῤῥή σεως, τῶν παραυτίκα πόνων ὑπερορῶντες. Οὕτω τῷ σπουδαίῳ κἂν παρῇ τι τῶν τραχυτέρων, οὐκ ἐπισκο τήσει τῷ χαίρειν. ∆ιότι Ἡ θλῖψις ὑπομονὴν κατεργάζεται· ἡ δὲ ὑπομονὴ δοκιμήν· ἡ δὲ δο κιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. ∆ιὸ καὶ ἑτέρωθι τῇ θλίψει ὑπομένειν, καὶ τῇ ἐλπίδι χαίρειν παρὰ τοῦ αὐτοῦ προσετάχθημεν. Ἐλπὶς οὖν ἐστιν ἡ τὴν χαρὰν σύνοικον τῇ ψυχῇ τοῦ σπουδαίου παρασκευά ζουσα. Ἀλλ' ὁ αὐτὸς Ἀπόστολος καὶ κλαίειν χρῆναι ἡμᾶς προστάσσει μετὰ κλαιόντων· καὶ Γαλάταις γρά φων, ἔκλαιε περὶ τῶν ἐχθρῶν τοῦ σταυροῦ τοῦ Χρι στοῦ. Καὶ τί δεῖ λέγειν Ἱερεμίαν κλαίοντα; καὶ Ἰεζεκιὴλ θρήνους ἀρχόντων ἐκ προστάγματος Θεοῦ γράφοντα, καὶ πολλοὺς δὲ τῶν ἁγίων οἰμώζοντας; Οἴμοι, μῆτερ, ὡς τίνα με ἔτεκες; καὶ, Οἴμοι, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορ 31.225 θῶν ἐν ἀνθρώποις οὐκ ἔστι· καὶ, Οἴμοι, ὅτι ἐγε νόμην ὡς συνάγων καλάμην ἐν ἀμήτῳ.

Καὶ ὅλως ἐρεύνησον τὰς φωνὰς τῶν δικαίων, κἄν πού τινα εὕρῃς σκυθρωποτέραν φωνὴν ἀφιέντα, πεισθήσῃ, ὅτι πάντες τοῦ κόσμου τούτου καὶ τῆς ἐν αὐτῷ ζωῆς τῆς δυστήνου ταύτης καταστενάζουσιν. Οἴμοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη. Ἐπιθυμίαν γὰρ ἔχει ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναι. Ὡς οὖν ἐμπό διον τῆς χαρᾶς, τῆς παροικίας ταύτης τὴν παράτα σιν δυσχεραίνει. ∆αβὶδ δὲ καὶ ἐν μέλεσιν ἡμῖν θρῆνον τοῦ φίλου κατέλιπεν Ἰωνάθαν· ᾧ συναπεθρήνησε καὶ τὸν ἐχθρὸν ἑαυτοῦ. Ἀλγῶ ἐπὶ σοὶ, ἀδελφέ μου, Ἰωνάθαν· καὶ, Θυγατέρες Ἰσραὴλ, θρηνήσατε ἐπὶ Σαούλ. Τὸν μὲν γὰρ θρηνεῖ, ὡς ἐναπο θανόντα τῇ ἁμαρτίᾳ, τὸν δὲ Ἰωνάθαν, ὡς μέχρι παν τὸς αὐτῷ κοινωνήσαντα τοῦ βίου. Καὶ τί δεῖ τὰ ἄλλα λέγειν; Ἀλλ' ἐδάκρυσε καὶ ὁ Κύριος ἐπὶ Λαζάρῳ, ἐδάκρυσε καὶ ἐπὶ Ἱερουσαλήμ. Καὶ μακαρίζει δὲ τοὺς πενθοῦντας, καὶ πάλιν τοὺς κλαίοντας. Καὶ πῶς σύμφωνα ταῦτα, φασὶ, τῷ, Πάντοτε χαίρετε; Οὐδὲ γὰρ ἐκ τῶν αὐτῶν ἀρχῶν δάκρυόν τε καὶ χαρὰ τὴν γένεσιν ἔχουσι. Τὸ μὲν γὰρ, οἷον ἐκ πληγῆς τινος, τῆς προσβολῆς τοῦ ἀβουλήτου τὴν ψυχὴν τύπτοντος καὶ συστέλλοντος, καταθλιβομένου τοῦ περικαρδίου πνεύματος, ἀποτίκτεσθαι πέφυκεν· ἡ δὲ χαρὰ οἷον σκίρτημά τί ἐστι τῆς ψυχῆς ἐπαγαλ λομένης τοῖς κατὰ γνώμην. Ὅθεν καὶ τὰ περὶ τὸ σῶμα συμπτώματα διενήνοχε. Τοῖς μὲν γὰρ λυπουμέ νοις ὕπωχρος καὶ πελιδνὸς καὶ κατεψυγμένος ὁ ὄγκος· τοῖς δὲ φαιδρυνομένοις ἐξανθοῦσα καὶ ὑπέρυθρος ἡ τοῦ σώματος ἕξις, μονονουχὶ πηδώσης τῆς ψυχῆς, καὶ προωθουμένης ὑφ' ἡδονῆς εἰς τὸ ἔξω. Πρὸς δὴ ταῦτα ἐροῦμεν, ὅτι καὶ οἱ θρῆνοι καὶ τὰ δάκρυα τῶν ἁγίων διὰ τὴν πρὸς Θεὸν ἀγάπην ἐγίγνοντο. Ἀεὶ οὖν ἐνορῶντες τῷ ἀγαπητῷ, καὶ τὴν ἐκεῖθεν ἑαυτοῖς εὐφροσύνην συναύξοντες, τὰ περὶ τοὺς ὁμοδούλους ἑαυτῶν ᾠκονόμουν· πενθοῦντες τοὺς ἁμαρτάνοντας, ἐπανορθούμενοι αὐτοὺς διὰ τῶν δακρύων. Ὥσπερ δὲ οἱ ἐπὶ τῶν αἰγιαλῶν ἑστῶτες, τοῖς ἐν τῇ θαλάττῃ βαπτιζομένοις συμπάσχοντες, οὐ προΐενται τὴν οἰκείαν ἀσφάλειαν ἐν τῇ περὶ τῶν κινδυνευόντων φροντίδι· οὕτως οὐδὲ οἱ τοῖς ἁμαρτήμασι τῶν πέλας ἐπι στυγνάζοντες τὴν οἰκείαν ἀφανίζουσιν εὐφροσύνην. Τὸ ἐναντίον μὲν οὖν, καὶ μείζονα ποιοῦσιν αὐτὴν, ὑπὲρ 31.228 τῶν εἰς τὸν ἀδελφὸν δακρύων τῆς χαρᾶς τοῦ Κυρίου καταξιούμενοι.