1

 2

 3

 4

 5

 6

 7

4

∆ιὰ τοῦτο μακάριοι οἱ κλαίοντες, καὶ μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται, καὶ αὐτοὶ γελάσουσι. Γέλωτα δὲ λέγει οὐ τὸν διὰ τῶν παρειῶν ἐκπίπτοντα ψόφον ἐν τῷ αἵματος ἀναβρασμῷ, ἀλλὰ τὴν ἄκρατον καὶ ἀμιγῆ παντὸς σκυθρωποῦ ἱλα ρότητα. Κλαίειν οὖν μετὰ κλαιόντων συγχωρεῖ ὁ Ἀπό στολος, ἐπειδὴ τὸ δάκρυον τοῦτο οἱονεὶ σπέρμα καὶ δάνεισμα γίνεται τῆς αἰωνίου χαρᾶς. Ἀνάβα μοι τῇ διανοίᾳ, καὶ θέασαι τὴν ἀγγελικὴν κατάστασιν, εἰ ἄλλη τις αὐτοῖς πρέπει κατάστασις, πλὴν τοῦ χαί ρειν καὶ διευθυμεῖσθαι· ὅτι ἠξίωνται παρεστάναι Θεῷ, καὶ ἀπολαύειν τοῦ ἀποῤῥήτου κάλλους τῆς δόξης τοῦ κτίσαντος ἡμᾶς. Πρὸς ἐκεῖνον οὖν τὸν βίον παρορμῶν ἡμᾶς ὁ Ἀπόστολος, πάντοτε χαίρειν ἡμῖν διετάξατο. Ἀλλὰ μὴν πρός γε τὸ δακρῦσαι τὸν Κύριον ἐπὶ Λαζάρῳ καὶ ἐπὶ τῇ πόλει ἐκεῖνο εἰπεῖν ἔχομεν, ὅτι καὶ ἔφαγε, καὶ ἔπιεν, οὐκ αὐτὸς τούτων δεόμενος, ἀλλά σοι μέτρα καὶ ὅρους τῶν ἀναγκαίων τῆς ψυχῆς παθημάτων καταλιμπάνων. Οὕτω γοῦν καὶ ἐδάκρυσε, τῶν ὀδυρτικῶν καὶ φιλοθρήνων τὸ ἄγαν περιπαθὲς καὶ ταπεινὸν ἐπανορθούμενος. Εἰ γάρ τι ἄλλο, καὶ τὸ δακρύειν τῆς ἐκ τοῦ λόγου συμμετρίας προσδεῖται· ἐπὶ τίσι γίνεσθαι, καὶ ἐπὶ πόσον, καὶ πότε, καὶ ὅπως προσῆκεν. Ὅτι γὰρ οὐκ ἐμπαθὲς ἦν τὸ δάκρυον τοῦ Κυρίου, ἀλλὰ διδασκαλικὸν, ἐκεῖθεν δῆλον· Λά ζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. Τίς ἡμῶν κοιμώμενον ὀδύρεται φίλον, ὃν μικρὸν ὕστερον προσδοκᾷ διυπνί ζειν; Λάζαρε, δεῦρο ἔξω. Καὶ ὁ νεκρὸς ἐζωοποιεῖτο· καὶ ὁ δεδεμένος περιεπάτει. Θαῦμα ἐν θαύματι· κει ρίαις δεδέσθαι τοὺς πόδας, καὶ μὴ κωλύεσθαι πρὸς τὴν κίνησιν.

Μεῖζον γὰρ ἦν τὸ ἐνισχύον τοῦ ἐμ ποδίζοντος. Πῶς οὖν ὁ τοιαῦτα ἐνεργεῖν μέλλων δα κρύων ἄξιον τὸ συμβὰν ἔκρινεν; Ἢ δῆλον, ὅτι, παν ταχόθεν τὸ ἀσθενὲς ἡμῶν ὑπερείδων, μέτροις τισὶ καὶ ὅροις τὰ ἀναγκαῖα περιέλαβε πάθη; τὸ μὲν ἀσυμπαθὲς ὡς θηριῶδες ἐκκλίνων, τὸ δὲ φιλόλυπον καὶ πολύθρηνον ὡς ἀγενὲς παραιτούμενος. ∆ιό περ, ἐπιδακρύσας τῷ φίλῳ, αὐτός τε τὴν κοινωνίαν τῆς ἀνθρωπείας φύσεως ἐπεδείξατο, καὶ ἡμᾶς τῶν ἐφ' ἑκάτερα ὑπερβολῶν ἠλευθέρωσε· μήτε καταμα λακίζεσθαι πρὸς τὰ πάθη, μήτε ἀναισθήτως ἔχειν τῶν λυπηρῶν ἐπιτρέπων. Ὡς οὖν κατεδέξατο τὴν πεῖναν ὁ Κύριος, τῆς στερεᾶς τροφῆς διαπνευσθείσης αὐτῷ, καὶ τὴν δίψαν προσήκατο, τῆς ὑγρότητος ἀνα λωθείσης τῆς ἐν τῷ σώματι· καὶ ἐκοπίασε, τῶν μυῶν καὶ τῶν νεύρων ἐκ τῆς ὁδοιπορίας ὑπερταθέντων· οὐ τῆς θεότητος τῷ καμάτῳ δαμαζομένης, ἀλλὰ τοῦ σώ ματος τὰ ἐκ φύσεως ἐπακολουθοῦντα συμπτώματα δεχομένου οὕτω καὶ τὸ δάκρυον προσήκατο, τὸ φυ 31.229 σικὸν τῇ σαρκὶ ἐπιγίνεσθαι σύμπτωμα συγχωρῶν. Ὅπερ συμβαίνει, ὅταν τὰ κοῖλα τοῦ ἐγκεφάλου, τῶν ἐκ τῆς λύπης ἀναθυμιάσεων πληρωθέντα, οἷον δι' ὀχετῶν τινων τῶν κατὰ τοὺς ὀφθαλμοὺς πόρων τοῦ ὑγροῦ τὸ βάρος ἀποσκευάζηται. Ὅθεν ἦχοί τινες, καὶ ἴλιγγοι, καὶ σκοτώσεις ἐπὶ ταῖς ἀδοκήτοις τῶν λυπηρῶν ἀκοαῖς ἐγγίνονται, περιδονουμένης τῆς κε φαλῆς ὑπὸ τῶν ἀτμῶν, οὓς ἡ ἐπὶ τὸ βάθος τοῦ θερμοῦ συστολὴ ἀναπέμπει. Εἶτα, οἶμαι, ὥσπερ τὸ νέφος εἰς ψεκάδα, οὕτως τὸ πάχος τῶν ἀτμῶν εἰς δάκρυον διαλύεται. Ἔνθεν καὶ ἡδονή τίς ἐστι τοῖς λυπουμένοις περὶ τὸν θρῆνον, λανθανόντως διὰ τοῦ κλαίειν κενουμένου αὐτοῖς τοῦ βαρύνοντος. Συν ίστησι δὲ τοῦ λόγου τὸ ἀληθὲς ἡ πεῖρα τῶν γινομένων. Πολλοὺς γὰρ ἔγνωμεν ἐν συμφοραῖς ἀνηκέστοις ἀπο στάξαι τὸ δάκρυον βιαίως ἐγκαρτερήσαντας· εἶτα τοὺς μὲν εἰς ἀνήκεστα ἐμπεσόντας πάθη, ἀποπληξίας ἢ παραλύσεις, τοὺς δὲ, καὶ παντελῶς ἀποψύξαντας, ὥσπερ ἐρείσματος ἀσθενοῦς, τῆς δυνάμεως αὐτῶν τῷ βάρει τῆς λύπης ὑποκλασθείσης.

Ὃ γὰρ ἐπὶ τῆς φλογὸς ὁρᾷν ὑπάρχει, ὑπὸ τοῦ οἰκείου αὐτὴν καπνοῦ καταπνίγεσθαι, μὴ ὑπεξιόντος, ἀλλὰ περὶ αὐτὴν εἱλου μένου, τοῦτό φασι καὶ ἐπὶ τῆς οἰκονομούσης τὸ ζῶον δυνάμεως γίνεσθαι· ἀπομαραίνεσθαι γὰρ ὑπὸ τῶν ὀδυνηρῶν,