1

 2

 3

 4

1

In illud: In principio erat verbum

ΟΜΙΛΙΑ Ιʹ. Εἰς τὸ, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος».

Πᾶσα μὲν ἡ τῶν Εὐαγγελίων φωνὴ μεγαλοφυε στέρα τῶν λοιπῶν τοῦ

Πνεύματος διδαγμάτων, καθ' ὅτι ἐν ἐκείνοις μὲν διὰ τῶν δούλων ἡμῖν ἐλάλησε τῶν προφητῶν, ἐν δὲ τοῖς Εὐαγγελίοις αὐτοπροσώπως διελέχθη ἡμῖν ὁ ∆εσπότης. Αὐτοῦ γε μὴν τοῦ εὐαγ γελικοῦ κηρύγματος ὁ μεγαλοφωνότατος, καὶ πάσης μὲν ἀκοῆς μείζονα, πάσης δὲ διανοίας ὑψηλότερα φθεγξάμενος, Ἰωάννης ἐστὶν, ὁ υἱὸς τῆς βροντῆς· οὗ τὸ προοίμιον τῆς εὐαγγελικῆς συγγραφῆς ἄρτι ἀναγνωσθὲν ἠκούσαμεν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Ταῦτα οἶδα πολλοὺς καὶ τῶν ἔξω τοῦ λόγου τῆς ἀλη θείας μέγα φρονούντων ἐπὶ σοφίᾳ κοσμικῇ καὶ θαυ μάσαντας, καὶ τοῖς ἑαυτῶν συντάγμασιν ἐγκατα μίξαι τολμήσαντας. Κλέπτης γὰρ ὁ διάβολος, καὶ τὰ ἡμέτερα ἐκφερομυθῶν πρὸς τοὺς ἑαυτοῦ ὑπο φήτας. Εἰ οὖν ἡ σαρκίνη σοφία τοσοῦτον ἐθαύμασε τῶν ῥημάτων τὴν δύναμιν, τί ποιήσωμεν ἡμεῖς οἱ μαθηταὶ τοῦ Πνεύματος, ἐὰν παρέργως ἀκούσωμεν καὶ μικράν τινα τὴν ἐνυπάρχουσαν αὐτοῖς δύναμιν εἶναι λογισώμεθα; Καὶ τίς οὕτως ἀναισθησίαν νοσῶν, ὥστε τοιοῦτον κάλλος ἐννοίας καὶ βάθος δογμά των οὕτως ἀνέφικτον μὴ οὐχὶ καταπλαγῆναι, καὶ ἐπιθυμῆσαι αὐτῶν τῆς ἀληθοῦς καταλήψεως; Ἀλλὰ γὰρ οὐχὶ τὸ θαυμάσαι τὰ καλὰ δύσκολον, ἀλλὰ τὸ ἐν ἀκριβεῖ κατανοήσει γενέσθαι τῶν θαυμασθέντων, τοῦτο χαλεπὸν καὶ δυσέφικτον. Ἐπεὶ καὶ τὸν ἥλιον τοῦτον τὸν αἰσθητὸν οὐδεὶς μέν ἐστιν ὃς οὐχ ὑπερ 31.473 επαινεῖ, τὸ μέγεθος αὐτοῦ καὶ τὸ κάλλος, καὶ τῶν ἀκτίνων τὴν συμμετρίαν, καὶ τὸ ἀποστίλβον αὐτοῦ φῶς κατασπαζόμενος· ἐὰν μέντοι βιαιότερον φιλονεικήσῃ τῷ κύκλῳ ἀντεξάγειν ἑαυτοῦ τὰς τῶν ὀμμάτων βολὰς, οὐ μόνον οὐ κατόψεται τὰ περισπού δαστα, ἀλλὰ καὶ τὴν ἀκρίβειαν τῆς ὄψεως προσ διαφθείρας οἰχήσεται. Τοιοῦτόν τί μοι δοκῶ τὴν διά νοιαν πάσχειν, τὴν φιλονεικοῦσαν ἀκριβῆ ποιεῖσθαι τῶν προκειμένων ῥημάτων τὴν ἐξέτασιν. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Τίς ἐννοήσει ἀξίως τὰ περὶ τῆς ἀρχῆς; Ποία ῥημάτων δύναμις εὑρεθῇ ὁμοτίμως δυναμένη παραστῆσαι τὸ νοηθέν; Μέλλων παραδιδόναι ἡμῖν τὰ περὶ τῆς θεολογίας τοῦ Υἱοῦ τοῦ Θεοῦ, οὐδεμίαν ἀρ χὴν ἄλλην τῷ λόγῳ ἢ τὴν ἀρχὴν τῶν ὅλων ἔδωκεν. Ἤδει τοὺς ἐπιφυομένους τῇ δόξῃ τοῦ Μονογενοῦς τὸ Πνεῦμα τὸ ἅγιον· προῄδει τοὺς μέλλοντας ἡμῖν προφέρειν τὰ σοφίσματα, τὰ ἐπὶ καταστροφῇ τῶν ἀκουόντων αὐτοῖς μεμηχανημένα. Ὅτι, Εἰ ἐγεννήθη, οὐκ ἦν· καὶ, Πρὸ τοῦ γεννηθῆναι, οὐκ ἦν· καὶ, Ἐξ οὐκ ὄντων τὴν ὑπόστασιν ἔλαβε.

Τοιαῦτα δὲ φθέγγονται γλῶσσαι ἠκονημέναι διὰ πιθανολογίας ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Ἵνα τοίνυν μηδενὶ λέγειν ἐξῇ τὰ τοιαῦτα, προλαβὸν τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ Εὐαγγελίου, Ἐν ἀρχῇ, φησὶν, ἦν ὁ Λόγος. Ἐὰν κρατῇς ταύτην τὴν φωνὴν, οὐδὲν οὐ μὴ πάθῃς δεινὸν παρὰ τῶν κακοτέχνων. Ἐὰν γὰρ λέγῃ ἐκεῖνος, Εἰ ἐγεννήθη, οὐκ ἦν· σὺ εἰπὲ, Ἐν ἀρχῇ ἦν. Ἀλλὰ,φησὶ, πρὶν ἢ γεννηθῆναι πῶς ἦν; Σὺ μὴ ἀφῇς τὸ, Ἦν· μὴ καταλίπῃς τὸ, Ἐν ἀρχῇ. Ἀρχῆς ἡκορυφὴ οὐ καταλαμβάνεται· ἀρχῆς τὸ ἐξώτερον οὐχ εὑρίσκεται. Μὴ παραλογίσηταί σέ τις τῷ πολυσήμῳ τῆς λέξεως. Πολλαὶ γὰρ ἀρχαὶ πολλῶν πραγμάτων κατὰ τὸν βίον τοῦτον· ἀλλὰ μία ἀρχὴ ἐπὶ πάντων, ἡ ἐπέκεινα. Ἀρχὴ γὰρ ὁδοῦ ἀγαθῆς, εἶπεν ἡ Παροιμία. Ἀλλ' ὁδοῦ μὲν ἀρχὴ ἡ πρώτη κίνησις, ὅθεν ἀρχόμεθα τῆς πορείας, ἧς τὸ κατόπιν δυνατόν ἐστιν εὑρεῖν. Καὶ, Ἀρχὴ σοφίας φόβος Κυρίου. Ἔστι καὶ ταύτης τῆς ἀρχῆς ἕτερόν τι προκείμενον· τῆς γὰρ τῶν τεχνῶν ἀναλήψεως ἀρχή ἐστιν ἡ στοι χείωσις. Στοιχεῖον οὖν ἐστι τῆς