1

 2

 3

 4

3

πρὸς χαμαιζήλους καὶ ταπεινὰς διανοίας ὑπενεχθῇς. Ἀλλ' ἐρεύνα τὴν διά νοιαν τοῦ ῥήματος.

∆ιὰ τί Λόγος; Ἵνα δειχθῇ, ὅτι ἐκ τοῦ νοῦ προῆλθε. ∆ιὰ τί Λόγος; Ὅτι ἀπαθῶς ἐγεννήθη. ∆ιὰ τί Λόγος; Ὅτι εἰκὼν τοῦ γεννήσαντος, ὅλον ἐν ἑαυτῷ δεικνὺς τὸν γεννήσαντα, οὐδὲν ἐκεῖθεν ἀπομερίσας, καὶ τέλειος ὑπάρχων καθ' ἑαυ τόν· ὡς καὶ ὁ ἡμέτερος λόγος ὅλην ἡμῶν ἀπεικονίζει τὴν ἔννοιαν. Ἃ γὰρ κατὰ καρδίαν ἐνενοήσαμεν, ταῦτα τῷ ῥήματι προηνέγκαμεν, καὶ ἔστι τοῦ ἐν τῇ καρδίᾳ νοήματος ἀπεικόνισμα τὸ λαλούμενον. Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας ὁ λόγος προφέρεται. Καὶ ἔστιν ἡ μὲν καρδία ἡμῶν οἷον πηγή τις, ὁ δὲ προφερόμενος λόγος οἷον ὁλκός τις ἐκ τῆς πηγῆς ταύτης ῥέων. Τοσοῦτον οὖν τὸ ἀποῤῥέον, ὅσον τὸ πρώτως ἀναφερόμενον· καὶ οἷον τὸ κεκρυμμένον, τοσοῦτον καὶ τὸ φαινόμενον. Λόγον οὖν εἶπεν, ἵνα τὴν ἀπαθῆ σοι γέννησιν τοῦ Πατρὸς παραστήσῃ, καὶ τὴν τελείαν ὕπαρξίν σοι τοῦ Υἱοῦ θεολογήσῃ, καὶ τὴν ἄχρονον συνάφειαν τοῦ Υἱοῦ πρὸς Πατέρα διὰ τούτων ἐνδείξηται.

Καὶ γὰρ ὁ ἡμέτερος λόγος τοῦ νοῦ γέννημα, ἀπαθῶς γεννώμενος· οὔτε γὰρ τέμνε 31.480 ται, οὔτε μερίζεται, οὔτε ῥέει· ἀλλὰ μένων ὅλος ὁ νοῦς ἐν τῇ ἰδίᾳ συστάσει, ὅλον τὸν λόγον καὶ ἀπηρ τισμένον ὑφίστησι· καὶ προελθὼν ὁ λόγος, πᾶσαν τοῦ γεννήσαντος νοῦ τὴν δύναμιν ἐν ἑαυτῷ περιέχει. Ὅσον οὖν εὐσεβὲς, τοσοῦτον λαβὼν πρὸς τὴν τοῦ Μονογενοῦς θεολογίαν ἐκ τῆς τοῦ λόγου φωνῆς· ὅπερ ἂν εὕρῃς ἀπεμφαῖνον καὶ ἀνάρμοστον φαινό μενον, τοῦτο παραίτησαι, καὶ ὑπέρβηθι μηχανῇ πάσῃ. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Εἰ δὲ εἶπεν· Ἐν ἀρχῇ ἦν ὁ Υἱὸς, τῇ προσηγορίᾳ τοῦ Υἱοῦ συνεισῆλθεν ἄν σοι ἡ περὶ τοῦ πάθους ἔννοια. Ἐπειδὴ γὰρ παρ' ἡμῖν τὰ γεννῶντα χρόνῳ γεννᾷ, καὶ ἐμπαθῶς γεννᾷ, διὰ τοῦτο προλαβὼν, Λόγον εἶπε, προδιορθούμενος τὰς ἀπρεπεῖς ὑπολήψεις, ἵνα σου τὴν ψυχὴν ἄτρωτον διασώσηται. Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν.

Πάλιν τὸ, Ἦν, διὰ τοὺς βλασφημοῦντας, ὅτι οὐκ ἦν. Ποῦ ἦν ὁ Λόγος; Οὐκ ἐν τόπῳ· οὐ γὰρ περιέχεται τόπῳ τὰ ἀπερί γραπτα. Ἀλλὰ ποῦ ἦν; Πρὸς τὸν Θεόν. Οὔτε ὁ Πατὴρ ἐν τόπῳ, οὔτε ὁ Υἱὸς ἐν περιοχῇ τινι καὶ περιγραφῇ ὁμολογουμένῃ κατειλημμένος· ἀλλ' ἄπει ρος μὲν ὁ Πατὴρ, ἄπειρος δὲ ὁ Υἱός. Πᾶν ὅπερ ἂν νοήσῃς, καὶ ὅπουπερ ἂν πορευθῇς τῷ πνεύματί σου, τοῦ Θεοῦ εὑρήσεις πεπληρωμένον· πανταχοῦ συμ παρεκτεινομένην εὑρήσεις τοῦ Υἱοῦ τὴν ὑπόστασιν. Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Θαύμασον τὴν ἀκρίβειαν ἑκάστης φωνῆς· οὐκ εἶπεν, Ἐν τῷ Θεῷ ἦν ὁ Λόγος· ἀλλὰ, Πρὸς τὸν Θεόν· ἵνα τὸ ἰδιάζον τῆς ὑποστάσεως παραστήσῃ. Οὐκ εἶπεν, Ἐν τῷ Θεῷ, ἵνα μὴ πρόφασιν δῷ τῇ συγχύσει τῆς ὑποστά σεως. Πονηρὰ γὰρ κἀκείνη ἡ βλασφημία τῶν φύρειν τὰ πάντα ἐπιχειρούντων, καὶ ἓν τὸ ὑποκείμενον λεγόντων, Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, προσ ηγορίας δὲ διαφερούσας τῷ ἑνὶ πράγματι ἐπιφημί ζεσθαι. Πονηρὰ ἡ ἀσέβεια, καὶ φευκτὴ οὐχ ἧττον τῶν ἀνόμοιον εἶναι κατ' οὐσίαν τὸν Υἱὸν τοῦ Θεοῦ τῷ Θεῷ καὶ Πατρὶ βλασφημούντων. Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Εἶτα συγχρησάμενος τῇ τοῦ Λόγου φωνῇ πρὸς τὴν παράστασιν τῆς κατὰ τὴν γέννησιν ἀπαθείας, ταχὺ καὶ τὸ ἐκ τοῦ Λόγου βλάβος ἐγγι νόμενον ἡμῖν παρεμυθήσατο. Καὶ οἷον ἀφαρπάζων αὐτὸν τῆς συκοφαντίας τῶν βλασφημούντων, Τί, φησὶν, ἐστὶν ὁ Λόγος; Θεὸς ἦν ὁ Λόγος. Μή μοι τεχνολόγει διαφοράς τινας λόγων, μηδὲ ἐκ τῆς σῆς κακοτεχνίας προστρίψῃς τινὰ βλασφημίαν τῇ 31.481 διδασκαλίᾳ τοῦ Πνεύματος. Ἔχεις τὴν ἀπόφασιν· ὑποτάγηθι τῷ Κυρίῳ. Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάλιν ἀνακεφαλαιοῦται ἐν ὀλίγοις ῥήμασι πᾶσαν ἑαυτοῦ τὴν θεολογίαν, ἣν περὶ τοῦ Μονογενοῦς ἡμῖν ὁ εὐαγγελιστὴς παρέδωκεν. Οὗτος τίς; Οὗτος, ὁ Λόγος ὁ Θεός. Ἐπειδὴ γάρ σοι διήρθρωσε τὴν περὶ αὐτοῦ ἔννοιαν, οἷον ἐντυπώ σας σου τῇ ψυχῇ διὰ τῆς διδασκαλίας τὰ ἀγνοούμενα, καὶ ἐνοικίσας τὸν