1

 2

 3

 4

 5

 6

 7

 8

 9

2

θείας ἐκτραπῶμεν ὁδοῦ, πρὸς δὲ τὸν ἐκείνου λόχον ἑαυτοὺς ἀποκλίνωμεν. Καὶ δέος πολὺ μή ποτε, προσ δραμόντες ἀφυλάκτως αὐτοῖς, καὶ τὴν ἐκ τῆς ἀπο λαύσεως τέρψιν οὐδὲν ἡγησάμενοι βλαβερὸν, ἐγκε κρυμμένον τῇ πρώτῃ γεύσει τὸ τοῦ δόλου καταπίω μεν ἄγκιστρον· εἶτα ὑπὸ τούτου τὰ μὲν ἑκόντες, τὰ δὲ ἄκοντες, προσδεθῶμεν αὐτοῖς, καὶ πρὸς τὸ φοβε ρὸν τοῦ λῃστοῦ καταγώγιον τὸν θάνατον λάθωμεν ἑλκυσθέντες ὑπὸ τῶν ἡδονῶν. 31.544

Ὥστε ἀναγκαῖον καὶ λυσιτελὲς ἅπασιν, ἀδελφοὶ, καθάπερ ὁδοιπόρους ἢ δρομέας στειλαμένους ἡμᾶς, καὶ πανταχόθεν τὸ κοῦφον ταῖς ψυχαῖς πρὸς τὸν δρό μον τοῦτον ἐπινοήσαντας, ἀμεταστρέπτως ἐπὶ τὸ τῆς ὁδοῦ πέρας ἐπείγεσθαι. Καί με μηδεὶς ὑπο λάβοι καινῶν ὀνομάτων γίνεσθαι ποιητὴν, ὅτι τὴν ἀνθρωπίνην ζωὴν ὁδὸν ἐκάλεσα νῦν, ἐπεὶ καὶ ∆αβὶδ ὁ προφήτης οὕτω τὸν βίον ὠνόμασε· νῦν μὲν ὧδέ πη λέγων· Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευό μενοι ἐν νόμῳ Κυρίου· νῦν δὲ πρὸς τὸν ἑαυτοῦ ∆εσπότην βοῶν· Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ' ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με. Ποτὲ δὲ ὑμνῶν τὴν ὀξεῖαν τοῦ Θεοῦ κατὰ τῶν ἐπηρεαζόντων βοή θειαν, καὶ τῇ λύρᾳ προσάγων μεθ' ἡδονῆς, Καὶ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν; ἔλεγεν· Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου· πανταχοῦ τὴν ἐπὶ γῆς τῶν ἀνθρώπων διατριβὴν, ἢ θαυμαζομένην ἢ φαύλην, οὕτω δεῖν προσαγορεύειν ἡγούμενος εἰκότως. Ὥσπερ γὰρ οἵ τινα συντεταμένην πορείαν ἀνύοντες, ἐπὶ τὰ πρόσω τὰς τῶν ποδῶν βάσεις ἁμιλλωμένας ἀλλήλαις εἰς δρόμον ἀμείβοντες, καὶ τὴν ἀεὶ προτέραν ἐπὶ τῆς γῆς ἐρεισθεῖσαν δευτέραν ἀποδεικνύντες τῇ ταχείᾳ μεταθέσει τῆς ἄλλης, ῥᾳδίως ἐπὶ τὸ τῆς ὁδοῦ τέρμα χωροῦσιν· οὕτως οἱ πρὸς τὸ ζῇν παραχθέντες ὑπὸ τοῦ κτίσαντος, εὐθὺς ἐν ἀρχῇ τοῖς τοῦ χρόνου τμή μασιν ἐπεμβαίνοντες, καὶ τὸ πρότερον ἀεὶ καταλιμ πάνοντες ὕστερον, ἐπὶ τὸ πέρας φθάνουσι τῆς ζωῆς. Ἢ οὐχὶ καὶ ὑμῖν δοκεῖ συνεχής τις ὁδὸς ὑφηπλῶσθαι ἡ παροῦσα ζωὴ, καὶ πορεία διειλημμένη ταῖς ἡλι κίαις καθάπερ σταθμοῖς, ἀρχὴν μὲν ἑκάστῳ τῆς ὁδοιπορίας παρέχουσα τὰς τῶν μητρῶν ὠδῖνας, τέρμα δὲ ὑποδεικνῦσα τοῦ δρόμου τὰς τῶν τάφων σκηνὰς, καὶ πρὸς ἐκείνας ἅπαντας ἄγουσα, τοὺς μὲν θᾶττον, τοὺς δὲ βραδύτερον, καὶ τοὺς μὲν διὰ πάν των τῶν τοῦ χρόνου διαστημάτων ὁδεύσαντας, τοὺς δὲ οὐδὲ τοῖς πρώτοις ἐναυλισθέντας τοῦ βίου στα θμοῖς; Τὰς μὲν οὖν ἄλλας ὁδοὺς, ὅσαι πρὸς πόλιν ἐκ πόλεως ἄγουσιν, ἔστιν ἐκκλῖναι, καὶ μὴ ὁδεῦσαι τὸν μὴ βουλόμενον· αὕτη δὲ, κἂν ἡμεῖς ἀναβάλλεσθαι βουληθῶμεν τὸν δρόμον, περιλαβοῦσα πρὸς βίαν, ἐπὶ τὸ τεταγμένον ὑπὸ τοῦ ∆εσπότου πέρας ἕλκει τοὺς ἐπ' αὐτῆς· καὶ οὐκ ἔστιν, ἀγαπητοὶ, τὸν ἅπαξ ὑπεκ δραμόντα τὴν ἐπὶ τόνδε τὸν βίον φέρουσαν πύλην, καὶ τῆς ὁδοῦ ταύτης ἐπιβάντα, μὴ καὶ πρὸς τὸ τέλος ταύτης ἐλθεῖν· ἕκαστος δὲ ἡμῶν, μετὰ τὸ τοὺς μητρῴους κόλπους ἀποφυγεῖν, εὐθὺς τοῖς τοῦ χρό νου ῥεύμασιν ἐνδεθεὶς ὑποσύρεται, κατόπιν ἀεὶ τὴν βεβιωμένην ἡμέραν ἐῶν, καὶ πρὸς τὴν χθὲς ἐπανελ θεῖν οὐδέποτε, κἂν θελήσοι, δυνάμενος.

Ἡμεῖς δὲ ἡδόμεθα μὲν ἐπὶ τὰ πρόσω φερόμενοι, καὶ τὰς ἡλι κίας ἀμείβοντες, ὥς τι προσλαμβάνοντες, χαίρομεν· καὶ μακάριον κρίνομεν, ὅταν ἐκ παιδὸς μὲν ἀνὴρ, ἐκ 31.545 δὲ ἀνδρὸς γένηταί τις πρεσβύτης· ἀγνοοῦμεν δὲ ἄρα, τοσοῦτον ἀπολλύντες ἑκάστοτε τῆς ζωῆς, ὅσον ἐζήσα μεν, καὶ οὐκ αἰσθανόμεθα δαπανωμένου τοῦ βίου, καίτοιγε ἀεὶ μετροῦντες αὐτὸν ἀπὸ τοῦ παραδρα μόντος καὶ παραῤῥεύσαντος, οὐδὲ ἐννοοῦμεν, ὡς ἄρα ἄδηλον ὁπόσον ὁ πρὸς τὴν ὁδοιπορίαν ταύτην ἐκπέμψας ἡμᾶς ἐνδοῦναι τῷ δρόμῳ χρόνον βουλήσεται, καὶ πότε ἑκάστῳ τῶν δρομέων ἀνοίξει τῆς εἰσόδου τὰς πύλας, καὶ ὅτι δεῖ παρεσκευασμένους ἐφ' ἡμέραν εἶναι πρὸς τὴν ἐντεῦθεν ἀποδημίαν ἡμᾶς, καὶ τὸ τοῦ ∆εσπότου νεῦμα περιμένειν ἑστῶσι τοῖς ὀφθαλμοῖς. Ἔστωσαν γὰρ, φησὶν, αἱ ὀσφύες ὑμῶν περιεζω σμέναι, καὶ οἱ λύχνοι καιόμενοι· καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε