1

 2

 3

 4

 5

 6

 7

 8

 9

4

λάβοι σχολὴν, σφοδρός τις εἰσέρχεται τῆς ἀκρασίας μετάμελος. Ἀδρανεστέρου τε γὰρ αἰσθάνεται γεγενη μένου τοῦ σώματος, καὶ πρὸς τὴν τῶν ἀναγκαίων ἐργασίαν νωθροῦ, καὶ παντάπασιν ἀσθενοῦς.

Τοῦτο δὴ ἄρα καὶ τοῖς παιδοτρίβαις κατανοήσασιν ὁ τῆς σωφροσύνης ἐν ταῖς παλαίστραις γέγραπται νό μος, ἄσυλα παρὰ τῶν ἡδονῶν τοῖς νεανίσκοις φυλάττων τὰ σώματα, καὶ οὐκ ἐπιτρέπων ἀγωνιζο μένοις αὐτοῖς, οὐδὲ ὄσον προσβλέψαι ταῖς λαμπού σαις μορφαῖς, εἴγε ἐθέλοιεν στεφανωθῆναι τὴν κεφα λὴν, ὡς τῆς ἀκρασίας γέλωτα ἀγούσης ἐν τῷ πα λαίειν, οὐ στέφανον. Ταῦτα μὲν ὡς ἀλλότρια πάντη καὶ περιττὰ, καὶ οὐδενὸς ἴδια γενέσθαι δυνάμενα, παρατρέχειν καλὸν, τοὺς ὀφθαλμοὺς ἐπιμύσαντας· τῶν δὲ ὄντως ἡμετέρων πρόνοιαν προσήκει ποιεῖσθαι πολλήν. Τί δὲ ὄντως 31.549 ἡμέτερον; Ψυχή τε, ᾗ ζῶμεν, λεπτή τις οὖσα καὶ νοερὰ, καὶ οὐδὲν δεομένη τῶν βαρυνόντων· καὶ σῶμα, τὸ ταύτῃ δοθὲν ὄχημα πρὸς τὸν βίον παρὰ τοῦ κτί σαντος. Τοῦτο γὰρ ἄνθρωπος· νοῦς ἐνδεδεμένος προσ φόρῳ καὶ πρεπούσῃ σαρκί. Τοῦτο ὑπὸ τοῦ πανσό φου τεχνίτου τῶν ὅλων ἐν τοῖς μητρῴοις ἡμῶν πλάτ τεται κόλποις. Τοῦτο εἰς φῶς ἐκ τῶν σκοτεινῶν ἐκεί νων θαλάμων ὁ τῶν ὠδίνων ἄγει καιρός. Τοῦτο ἄρ χειν ἐτάχθη τῶν ἐπὶ γῆς. Τούτῳ γυμνάσιον ἀρετῆς ἡ κτίσις ὑφήπλωται. Τούτῳ κεῖται νόμος, μιμεῖσθαι τὸν πλάστην εἰς δύναμιν, καὶ τὴν ἐν οὐρανοῖς εὐτα ξίαν σκιαγραφεῖν ἐπὶ γῆς. Τοῦτο, ἐντεῦθεν καλούμε νον, ἀπανίσταται. Τοῦτο τῷ τοῦ πέμψαντος Θεοῦ παρ ίσταται βήματι. Τοῦτο εὐθύνεται· τοῦτο δέχεται τὴν τῶν ἐνταῦθα πεπολιτευμένων ἀντίδοσιν. Καὶ τὰς ἀρετὰς δὲ ἡμέτερα κτήματα γινόμενα εὕροι τις ἂν, ὅταν ἐξ ἐπιμελείας συνυφανθῶσι τῇ φύσει· καὶ οὔτε ἐπὶ γῆς μοχθοῦντας ἡμᾶς ἀπολιμπάνειν ἐθέλουσιν, ἢν μὴ πρὸς βίαν αὐτὰς ἑκόντες ἀποδιώξωμεν ταῖς τῶν χειρόνων ἐπαγωγαῖς· ἐκεῖσέ τε ἐπειγομένων προ τρέχουσι, καὶ τοῖς ἀγγέλοις τὸν κτησάμενον συντάττουσι, καὶ λάμπουσι δι' αἰῶνος ὑπὸ τοῖς τοῦ κτίσαντος ὀφθαλμοῖς.

Πλοῦτος δὲ, καὶ δυναστεία, καὶ περιφάνεια, καὶ τρυφὴ, καὶ πᾶς ὁ τοιοῦτος ὄχλος, ὁ καθ' ἡμέραν ἐκ τῆς ἡμετέρας ἀνοίας αὐξα νόμενος, οὔτε συμπροῆλθε πρὸς τὸν βίον ἡμῖν, οὔτε συναπῆλθέ τισιν, ἀλλὰ τὸ τῷ δικαίῳ πάλαι ῥηθὲν ἐπὶ παντὸς ἀνθρώπου πέπηγε καὶ κρατεῖ· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπ ελεύσομαι. Ὁ μὲν οὖν ἄριστα βουλευόμενος, τῆς ψυχῆς ὅτι μάλιστα φροντίσει, καὶ τοῦτο διὰ πάντων πειράσε ται σώζειν εἰλικρινές τε καὶ γνήσιον· τῆς σαρκὸς δὲ ἢ λιμῷ τηκομένης, ἢ κρυμῷ καὶ θάλπει προσ παλαιούσης, ἢ νόσοις ἀλγυνομένης, ἢ πασχούσης τι παρά τινων βίαιον, ὀλίγον ποιήσεται τὸν λόγον, τὸ τοῦ Παύλου φωνῶν ἐφ' ἑκάστου τῶν δυσχερῶν, καὶ φθεγγόμενος· Εἰ καὶ ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος φθείρεται, ἀλλ' ὁ ἔσωθεν ἀνακαινοῦται ἡμέραν καθ' ἡμέραν. Καὶ οὔτε τοὺς ὑπὲρ τοῦ ζῇν κινδύνους προϊόντας ὁρῶν, φανήσεται δεδιὼς, ἀλλ' ἑαυτῷ λέξει θαῤῥῶν· Οἴδαμεν, ὅτι, ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχο μεν, οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρα νοῖς. Εἰ δέ τις ἐθέλοι φείδεσθαι καὶ τοῦ σώματος, ὡς μόνου κτήματος ἀναγκαίου ψυχῇ, καὶ συνεργοῦν τος αὐτῇ πρὸς τὸ ζῇν ἐπὶ γῆς, μικρὰ πρὸς τὰς τού του χρείας ἐπιστραφήσεται, καὶ ὥστε συνέχειν μόνον αὐτὸ, καὶ τῇ τῆς ψυχῆς ὑπηρεσίᾳ διὰ μετρίας ἐπι μελείας ἐῤῥωμένον τηρεῖν, μὴ μέντοιγε ἐπιτρέπειν ὑπὸ κόρου σκιρτᾷν. Εἰ δὲ ἴδοι ποτὲ ταῖς τοῦ πλείονος καὶ πέρα τοῦ λυσιτελοῦντος ἐπιθυμίαις φλεγόμενον, βοήσει πρὸς αὐτὸ τὸ τοῦ Παύλου νομοθετῶν· Οὐδὲν 31.552 εἰσηνέγκαμεν εἰς τὸν κόσμον τοῦτον· δῆλον, ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησό μεθα. Ταῦτα μὲν γὰρ ἐπᾴδων αὐτῷ συνεχῶς καὶ βοῶν, εὐήνιόν τε αὐτὸ καὶ κοῦφον ἀεὶ πρὸς τὴν οὐρά νιον ὁδοιπορίαν ἐργάσεται, καὶ μᾶλλον εἰς τὰ προκεί μενα κτήσεται συνεργόν· εἰ δὲ ὑβρίζειν αὐτὸ συγ χωρήσοι, καὶ πάντων ἐφ' ἡμέραν