1

 2

 3

 4

 5

 6

 7

 8

 9

6

ἀποκλείομεν τοῖς δεομέ νοις τὰς ἀκοάς· ἀλλὰ τὴν δαπάνην μετατιθέντες ἐπὶ τοῖς χείροσι, καὶ τὸ φιλότιμον ἀκόνην πονηρίας ποιού μενοι τοῖς ταύτην ἐπιτηδεύουσι. Πόσαι γὰρ ἢ πόσοι τῶν ἐνίων περιεστήκασι τράπεζαν! οἱ μὲν αἰσχροῖς ῥήμασι τὸν ἑστιάτορα θέλγοντες, οἱ δὲ ἀτόποις βλέμμασί τε καὶ σχήμασι τὸ τῆς ἀκρασίας ἐκκαίον τες πῦρ· οἱ δὲ τοῖς εἰς ἀλλήλους σκώμμασι γέλωτα τῷ κεκληκότι κατασκευάζειν ἐθέλοντες· ἄλλοι δὲ ἐψευσμένοις ἐπαίνοις ἀπατῶντες αὐτόν. Καὶ οὐ τὸ μὲν οὕτως ἑστιαθῆναι λαμπρῶς μόνον κερδαίνου σιν, ἀλλὰ καὶ τὰς χεῖρας πεπληρωμένας πολυτελῶν δώρων κατάγουσι, καὶ μανθάνουσι παρ' ἡμῶν, ὅτι λυσιτελεῖ μᾶλλον τῶν ἀρετῶν τὰ τοιαῦτα μετιέναι καὶ πράττειν αὐτοῖς. Εἰ δὲ παρασταίη πένης ἡμῖν, 31.556 μόλις ὑπὸ τοῦ λιμοῦ καὶ φθεγγόμενος, ἀποστρεφό μεθα τὸν ὁμοφυῆ, βδελυττόμεθα, μετὰ σπουδῆς ἀπο τρέχομεν, ὥσπερ δεδοικότες μὴ καὶ τῆς δυσπραγίας αὐτῆς ἐκ τοῦ σχολαίτερον βαδίσαι μετάσχωμεν. Καὶ, εἰ μὲν εἰς γῆν νεύσοι, τὴν συμφορὰν αἰσχυνόμενος, ὑποκρίσεως εἶναι λέγομεν ἐργάτην αὐτόν· εἰ δὲ μετὰ παῤῥησίας προσβλέψοι διὰ τὸ βαρὺ τοῦ λιμοῦ κέν τρον ἡμᾶς, ἀναιδῆ πάλιν καλοῦμεν καὶ βίαιον. Καὶ, εἰ μὲν τύχοι καλυπτόμενος ὑγιέσιν ἐσθήμασιν δεδω κότος τινὸς, ὡς ἄπληστον ἀπελαύνομεν, καὶ ὀμνύ μεθα προσποιεῖσθαι πενίαν αὐτόν· εἰ δὲ σκεπάζοιτο σεσηπόσι ῥακίοις, ὡς ὀδωδότα πάλιν διώκομεν, καὶ οὔτε τὸ τοῦ κτίσαντος ὄνομα ταῖς ἱκετηρίαις ἐκεῖνος ἀναμιγνὺς, οὔτε τὸ μὴ τοιούτοις πάθεσι περιπεσεῖν ἡμᾶς ἐξορκῶν συνεχῶς, δύναται τὴν ἀνελεῆ κάμψαι προαίρεσιν. ∆ιὰ ταῦτα ὑφορῶμαι βαρύτερον τῆς γεέννης τὸ πῦρ ἤπερ ἐκεῖνος ὁ πλούσιος. Εἰ μὲν οὖν ὁ καιρὸς ἐνεδίδου, δύναμίς τε ἀρκοῦσα ὑπῆν, πάντα ἂν ὑμῖν τὰ κατ' ἐκεῖνον, ὅπως ἔδειξεν ἡ Βίβλος, ἐπεξελθὼν ἀπέδωκα τὴν ἐργασίαν τῶν λόγων· νῦν δὲ ὥρα διαφεῖναι πεπονηκότας ὑμᾶς.

Αὐτοὶ δὲ εἰ καί τι παραλελοίπαμεν δι' ἀσθένειαν ἐννοίας ἅμα καὶ γλώττης, ἑαυτοῖς ἀναπλάττοντες, ὥσπερ τινὰ φάρμακα τοῖς τῶν ψυχῶν προσαγάγετε τραύμασι. ∆ίδου γὰρ σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται, φησὶν ἡ Γραφή. ∆υνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα, ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν. Ἀλλὰ γὰρ ἤδη πρὸς λιμένας ἡμῖν, ὡς ὁρᾶτε, καταχθέντα τὸν λόγον, εἰς τὸν τῆς συμβουλῆς δρόμον αὖθις ἀδελφοί τινες ἐπανάγουσι, μὴ παραδραμεῖν τὰ χθὲς ὑπὸ τοῦ ∆εσπότου θαυματουργηθέντα κε λεύοντες, μηδὲ σιγῆσαι τὸ τρόπαιον, ὃ κατὰ τῆς τοῦ διαβόλου λύττης ἔστησεν ὁ Σωτήρ· δοῦναι δὲ ἀφορμὴν τῶν τῆς ὑμνῳδίας σκιρτημάτων ὑμῖν. Πάλιν μὲν γὰρ, ὡς ἴστε, τὴν οἰκείαν ὁ διάβολος καθ' ἡμῶν ἐπεδείξατο λύτταν, καὶ φλογὶ πυρὸς ὁπλίσας ἑαυτὸν, τοῖς τῆς Ἐκκλησίας σηκοῖς ἐπε στράτευσε. Πάλιν δὲ ἡ κοινὴ μήτηρ ἐνίκησε, καὶ τῷ πολεμίῳ περιέτρεψε τὸ μηχάνημα, καὶ οὐδὲν ὑπῆρξεν αὐτῷ πλὴν τοῦ δημοσιεῦσαι τὴν ἔχθραν. Ἀντέπνευσεν ἡ χάρις ταῖς τοῦ πολεμίου ῥοπαῖς· ἔμεινεν ὁ νεὼς ἀπαθής. Οὐκ ἴσχυσεν ὁ προσ αχθεὶς ὑπὸ τοῦ πολεμίου χειμὼν τινάξαι τὴν πέτραν ἐφ' ἧς ὁ Χριστὸς τὴν τῆς ἑαυτοῦ ποίμνης ᾠκοδόμησε μάνδραν. Ἐτάχθη καὶ νῦν μεθ' ἡμῶν ὁ καὶ πάλαι σβέσας ἐν Βαβυλῶνι τὴν κάμινον. Πῶς οἴεσθε στέ νει σήμερον ὁ διάβολος, οὐκ ἀπολαύσας ἐφ' ᾧπερ ἠβουλήθη τῆς ἐγχειρήσεως; Γείτονα μὲν γὰρ τῆς Ἐκκλησίας ὁ δυσμενὴς ἀνῆψε πυρὰν, ἵνα ταῖς ἡμε τέραις εὐπραγίαις λυμήνηται· καὶ πανταχόθεν ἡ 31.557 φλὸξ ἀναῤῥιπιζομένη ταῖς βιαίοις ἐκείνου πνοαῖς, ὑπερεχεῖτο τῶν ὑποκειμένων αὐτῇ, καὶ τὸν ἀέρα τὸν ἐγγὺς ἐπενέμετο, ψαῦσαι τῶν ἀνακτόρων ἀναγ καζομένη, καὶ πρὸς κοινωνίαν ἡμᾶς καθέλκουσα τῆς συμφορᾶς. Ὁ Σωτὴρ δὲ ἐπὶ τὸν ἀνάψαντα ταύ την ῥυῆναι πεποίηκε, καὶ συστεῖλαι τὴν μανίαν αὐτοῦ εἰς ἑαυτὸν πάλιν προσέταξε. Καὶ τὸ μὲν τῆς ἐπιβουλῆς τόξον ηὐτρέπισεν ὁ πολέμιος· ἀφεῖναι δὲ τὸ βέλος κεκώλυται· μᾶλλον δὲ ἀφῆκε μὲν, ἀντ έστραπται δὲ ἐπὶ τὴν ἑαυτοῦ κεφαλήν. Αὐτὸς ἀπολαύει τῶν πικρῶν ἐκείνων