1

 2

 3

 4

3

ἑαυτῶν ἄρτον ἐσθίωσι. ∆ιατίθεσθαι δὲ προσήκει τὴν ἐργασίαν ἐπί τινος πρεσβύτου, ἐπὶ σεμνότητι βίου μαρτυρου μένου, ὃς καταλέξει τὰ ἔργα τῶν χειρῶν αὐτῶν πρὸς τὰς ἐπιζητουμένας χρείας, ὥστε καὶ τὴν ἐντολὴν κατορθοῦσθαι τὴν κελεύουσαν ἐν ἱδρῶτι καὶ πόνῳ τὴν τροφὴν πορίζειν, καὶ εὐσχημοσύνην ἀνεπίλη πτον καὶ ἄμωμον μένειν, ἐν τῷ μηδεμίαν αὐτοῖς ἀνάγκην ἐγγίνεσθαι, διὰ τὸ τὴν τοῦ βίου χρείαν δη μοσιεύεσθαι. Ἐγκρατείας δὲ ὁ κάλλιστος ὅρος καὶ κανὼν οὗτος ἔστω, τὸ μήτε πρὸς τρυφὴν, μήτε πρὸς κακοπάθειαν τῆς σαρκὸς βλέπειν, ἀλλὰ φεύγειν ἐν ἑκατέρῳ τὴν ἀμετρίαν, ἵνα μήτε πολυσαρκοῦσα ταράσσηται, μήτε, νοσώδης γενομένη, ἀδυνατῇ πρὸς τὴν τῶν ἐντολῶν ἐργασίαν.

Ἴση γὰρ ἐξ ἑκατέρων ἡ βλάβη τῇ ψυχῇ προσγίνεται, καὶ τὸ ἀνυπό τακτον εἶναι τὴν σάρκα, δι' εὐεξίας ἀποσκιρτῶσαν εἰς ἀτόπους ὁρμὰς, καὶ ὅταν πάρετός τε καὶ ἐκλε λυμένη καὶ ἀκίνητος ὑπὸ ἀλγηδόνων συνέχηται. Οὐ 31.877 γὰρ ἄγει σχολὴν ἡ ψυχὴ, ἐν τῇ τοιαύτῃ τοῦ σώματος καταστάσει, πρὸς τὰ ἄνω βλέπειν ἐλευθερίως· ἀλλὰ κατὰ πᾶσαν ἀνάγκην πρὸς τὴν τῆς ὀδύνης αἴσθησιν ἀσχολεῖται καὶ ἐπικλίνεται, συνταπεινουμένη τῇ κα κοπαθείᾳ τοῦ σώματος. Ἔστω τοίνυν ἡ χρῆσις τῇ χρείᾳ σύμμετρος, καὶ ὁ οἶνος μήτε βδελυκτὸς ἔστω, εἰ πρὸς θεραπείαν παραλαμβάνοιτο, μήτε σπουδαζέσθω χωρὶς ἀνάγκης· καὶ τὰ ἄλλα πάντα ὡσαύτως ταῖς χρείαις, μὴ ταῖς ἐπιθυμίαις ὑπηρετείτω τῶν ἀσκουμένων. Προσευχῆς καιρὸς ἔστω ἅπας ὁ βίος· μάλιστα δὲ ἐπειδὴ χρή τισι διαλείμμασι τὸ σύντονον τῆς ψαλμῳδίας καὶ τῆς γονυκλισίας διαναπαύειν, ἀκολουθητέον ταῖς παρὰ τῶν ἁγίων τετυπωμέναις εἰς προσευχὴν ὥραις. Φησὶ τοίνυν ὁ μέγας ∆αβὶδ, ὅτι Μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου· ᾧ καὶ Παῦλος καὶ Σίλας ἀκολουθοῦντες εὑρίσκονται, κατὰ τὸ μεσονύκτιον ἐν τῷ δεσμωτηρίῳ τὸν Θεὸν αἰνοῦντες. Εἶτά φησιν ὁ αὐτὸς προφήτης· Ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας. Ἀλλὰ καὶ ἡ τοῦ ἁγίου Πνεύματος παρουσίᾳ κατὰ τὴν τρίτην γίνεται ὥραν, καθὼς ἐν ταῖς Πράξεσι μεμαθήκαμεν, ὅτε, διαχλευαζόντων ἐν τῇ ποικίλῃ τῶν γλωσσῶν ἐνεργείᾳ τῶν Φαρισαίων τοὺς μαθητὰς, φησὶν ὁ Πέτρος μὴ μεθύειν τοὺς ταῦτα λαλοῦντας· ὥρα γάρ ἐστι τρίτη.

Ἡ δὲ ἐνάτη τοῦ ∆εσποτικοῦ πάθους ἐστὶ μνημόσυνον, τοῦ ὑπὲρ τῆς ἡμετέρας ζωῆς γενομένου. Ἀλλ' ἐπειδή φησιν ὁ ∆αβὶδ, ὅτι Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου, οἱ δὲ μνημονευθέντες τῆς προσευχῆς καιροὶ οὐ πληροῦσι τὴν ἑβδομάδα τῶν προσευχῶν, τὴν μεσημβρινὴν προσευχὴν διατμητέον· καὶ τὴν μὲν πρὸ τοῦ προσενέγκασθαι τὴν τροφὴν, τὴν δὲ μετὰ τὸ προσενέγκασθαι· ὥστε γενέσθαι καὶ ἡμῖν ἐν τύπῳ τὸ ἑπτάκις τῆς ἡμέρας αἰνεῖν τὸν Θεὸν κατὰ πᾶσαν τῆς ἡμέρας περίοδον. Αἱ εἴσοδοι τῶν ἀσκητηρίων ταῖς μὲν γυναιξὶν ἀποκεκλείσθω- σαν· ἄνδρες δὲ μὴ πάντες εἰσίτωσαν, ἀλλ' ὅσοι ἂν ὑπὸ τοῦ καθηγουμένου καταπιστευθῶσι τὴν εἴσοδον. Πολλάκις γὰρ ἡ ἀδιαφορία τοῦ εἰσιόντος ἀκαίρων λόγων καὶ ἀνωφελῶν διηγημάτων ἀκολουθίαν ταῖς καρδίαις ἐντίθησιν, εἰς ματαίας τε καὶ ἀνωφελεῖς διανοίας ἐκ τῶν ματαίων λόγων ἐμβάλλει. Καὶ διὰ τοῦτο νόμος ἔστω κοινὸς, μόνον ἐρωτᾶσθαι τὸν καθηγούμενον καὶ ἀποκρίνεσθαι ὑπὲρ ὧν προσήκει γενέσθαι τινὰ κατὰ ἀνάγκην λόγον· τοὺς δὲ λοιποὺς μὴ ἀποκρίνεσθαι τοῖς ἀδολεσχοῦσιν ἐν ὁμιλίαις ματαίαις, ἵνα μὴ συγκαθελκυσθῇ πρὸς τὴν ἀργῶν ῥη- μάτων ἀκολουθίαν Ἀποθήκη δὲ τοῖς πᾶσιν ἔστω μία κοινὴ, καὶ μηδὲν ἴδιον ἑκάστῳ ὀνομαζέσθω· μὴ ἱμάτιον, μὴ ὑπόδημα, μὴ ἄλλο τι τῶν πρὸς τὴν ἀναγκαίαν χρείαν τοῦ σώματος. Ἀλλ' ἐν τῇ ἐξουσίᾳ τοῦ καθηγουμένου ἡ χρῆσις. ἔστω, ἐκ τῶν κοινῶν τὸ κατάλληλον 31.880 ἑκάστου χρησιμεύειν, κατὰ τὴν τοῦ προηγουμένου ὑφήγησιν. Ἐν δὲ τῇ κοινῇ ταύτῃ συσκηνίᾳ μερικὰς φιλίας καὶ ἑταιρείας ὁ τῆς ἀγάπης θεσμὸς οὐ συγχωρεῖ. Ἀνάγκη γὰρ πᾶσα τὰς ἐν μέρει γινομένας προσπαθείας εἰς πολλὰ βλάπτειν τὴν κοινὴν συμφωνίαν. Νῦν δὲ ἴσῳ τῷ μέτρῳ τῆς διαθέσεως πάντας προσήκει πρὸς