1

 2

 3

 4

4

ἀλλήλους βλέπειν, καὶ ἓν μέτρον τῆς ἀγάπης ἐπὶ παντὸς κρατεῖν τοῦ πληρώματος. Εἰ δέ τις εὑρεθῇ πλείονι σχέσει ἀγαπητικῶς ἔχων πρὸς μοναχὸν ἀδελφὸν, ἢ συγγενῆ, ἢ πρὸς ἄλλον τινὰ δι' οἱανδήποτε πρόφασιν, ὡς τὸ κοινὸν ἀδικῶν, σωφρονιζέσθω. Ὁ γὰρ πλεονασμὸς τῆς διαθέσεως ἐπὶ τοῦ ἑνὸς προσώπου κατηγορίαν ἔχει τῆς ἐπὶ τῶν ἄλλων ἐλλείψεως πολλήν.

Τὰ δὲ ἐπιτίμια τοῦ ἐπὶ πλημμελείᾳ τινὶ καταγνωσθέντος πρὸς τὸ μέτρον τοῦ ἁμαρτήματος ἔστω· καὶ τὸ κωλυθῆναι συστῆναι εἰς ψαλμῳδίαν, καὶ τὸ μὴ παραδεχθῆναι εἰς εὐχῆς κοινωνίαν, καὶ τὸ ἀπόβλητον γενέσθαι εἰς τὴν τῆς τροφῆς μετουσίαν· ἐν ᾧ καὶ πρὸς τὴν ποσότητα τοῦ σφάλματος ὁρίσει τὸ ἐπιτίμιον τῷ ἐξαμαρτάνοντι ὁ ἐπιστατεῖν ταχθεὶς τῇ κοινῇ εὐταξίᾳ. Ἡ δὲ ὑπηρεσία γινέσθω τῇ κοινῇ συνοδίᾳ ἐκ περιόδου, δύο κατ' ἀκολουθίαν ἐν ἑβδομάδι μιᾷ πᾶσαν τὴν ὑπὸ τῆς χρείας ἐπιζητουμένην σπουδὴν ἐκτελούντων, ἵνα καὶ ὁ μισθὸς τῆς ταπεινοφροσύνης κοινὸς ᾖ, καὶ μὴ ἐξῇ τινι μηδὲ ἐν τῷ καλῷ πλεονεκτεῖν τὴν συνοδίαν, καὶ ἡ ἀνάπαυσις ἐν τῷ ἴσῳ πᾶσιν ὑπάρχῃ. Τὸ γὰρ ἐν μέρει κοποῦσθαι, καὶ ἐν μέρει διαναπαύεσθαι, ἀνεπαίσθητον τοῖς κάμνουσι τὸν κόπον ποιεῖ. Ἐξουσίαν ἔχει ὁ προεστὼς τοῦ τάγματος, καὶ ἐπὶ ἀναγκαίας προόδους τοὺς κατὰ γνώμην προσάγειν, καὶ προστάσσειν οἷς ἂν συμφέρῃ τὸ οἰκουρεῖν, καὶ ἐντὸς τοῦ οἴκου μένειν. Πολλάκις γὰρ τοῖς νέοις σώμασι, κἂν ὅτι μάλιστα ἡ ἐκ τῆς ἐγκρατείας κακοπάθεια σπουδάζηται, ἐπανθεῖ πως ἡ ἐκ τῆς ἡλικίας εὔχροια, καὶ ἀφορμὴ πάθους τοῖς ἐντυγχάνουσι γίνεται. Εἰ οὖν τις νεάζοι κατὰ τὸ ἄνθος τοῦ σώματος, ἀφανῆ τὴν τοιαύτην ποιείτω εὐσχημοσύνην ὑποκρυπτόμενος, ἕως ἂν εἰς τὴν πρέπουσαν κατάστασιν τὸ φαινόμενον ἔλθῃ. Ὀργῆς, ἢ μνησικακίας, ἢ φθόνου, ἢ φιλονεικίας σημεῖον ἐν αὐτοῖς ἔστω μηδὲν, ἢ σχῆμα, ἢ κίνημα· μὴ ῥῆμα, μὴ βλέμματος ἔνστασις, ἢ προσώπου διάθεσις, ἢ εἴ τι ἄλλο ὑποκινεῖν πέφυκε πρὸς ὀργὴν τὸν συζῶντα. Εἰ δέ τίς τινι τούτων συνενεχθείη, τὸ προπεπονθέναι τι τῶν λυπούντων οὐχ ἱκανόν ἐστιν εἰς ἀπολογίαν τοῦ πλημμελήματος, ἐν ᾧ τις ἐνέχεται. Τὸ γὰρ κακὸν ἐν οἱῳδήποτε χρόνῳ τολμώμενον ἐπίσης ἐστὶ κακόν. Ὅρκος μὲν 31.881 ἅπας ἐξοριζέσθω τοῦ καταλόγου τῶν ἀσκουμένων.

Ἡ δὲ κατάνευσις τῆς κεφαλῆς, καὶ ἡ διὰ τῆς φωνῆς συγκατάθεσις ἀντὶ ὅρκου κρινέσθω, καὶ τῷ λέγοντι καὶ τῷ ἀκούοντι. Εἰ δέ τις ἀπιστήσειε τῇ ψιλῇ διαβεβαιώσει, κατηγορίαν τοῦ ἰδίου συνειδότος παρέχεται ὡς οὐ κατορθώσας ἀψευδὲς ἐν λόγῳ, καὶ διὰ τοῦτο ἐν τοῖς πλημμελοῦσι ταχθήσεται ὑπὸ τοῦ προκαθηγουμένου, καὶ ἐπιτιμίῳ θεραπεύοντι σωφρονισθήσεται. Τῆς ἡμέρας παρελθούσης, καὶ παντὸς ἔργου εἰς πέρας ἐλθόντος, σωματικοῦ τε καὶ πνευματικοῦ, πρὸ τῆς ἀναπαύσεως ἀνακρίνεσθαι προσήκει τὸ συνειδὸς ἑκάστου ὑπὸ τῆς ἰδίας καρδίας. Καὶ εἴ τι γέγονε παρὰ τὸ δέον, ἢ ἐνθύμημα τῶν ἀπηγορευμένων, ἢ λόγος ἔξω τοῦ καθήκοντος, ἢ περὶ τὴν προσευχὴν ῥᾳθυμία, ἢ ἀκηδιασμὸς τῆς ψαλμῳδίας, ἢ τοῦ κοινοῦ βίου ἐπιθυμία, μὴ ἐπικρυπτέσθω τὸ πλημμέλημα, ἀλλὰ τῷ κοινῷ ἐξαγγελλέτω, ὡς ἂν διὰ κοινῆς προσευχῆς θεραπευθῇ τὸ πάθος τοῦ συνενεχθέντος τῷ τοιούτῳ κακῷ.