1

 2

 3

 4

 5

 6

2

ἀπόστολοι καὶ Κηφᾶς; ᾧ ἐπερείδονται οἱ τῷ τῆς ταλαιπωρίας πάθει δεδουλωμένοι, τὸ καλῶς πρὸς ὠφέλειαν γρα φὲν, τῇ ἑαυτῶν ματαιοφρονίᾳ πρὸς ἀπώλειαν ψυ 30.816 χῶν ἐκλαμβάνοντες.

Καὶ ἐξετάσωμεν παράλληλα τοῖς ἀποστόλοις, καὶ τοῖς νῦν πιστεύουσι τὰ πραττόμενα. Τίς ἦν ὁ γράφων πρῶτον μάθωμεν, καὶ εἰ δι' ἐπιστολῆς ὁ μακάριος Ἀπόστολος ἐπέτρεψε, καὶ οὐχὶ μᾶλλον ἐκώλυσεν αὐτοὺς, ἑαυτὸν τύπον παρεχόμενος πᾶσιν ἡμῖν· οἴδαμεν γὰρ αὐτὸν μετὰ ἀν δρῶν εὐλαβεστάτων πάντα τὸν χρόνον ἀναστραφέντα, καὶ οὐχὶ μετὰ γυναικῶν ἀπρεπεστάτων διάγοντα· οὔτε κἂν αἰδοῦνται τοῦτο λέγοντες. Αἰσχύνην κατα χεέσθωσαν οἱ ἑαυτοὺς Πέτρῳ τῷ πρωτοστάτῃ τῶν ἀποστόλων, καὶ κλειδούχῳ τῆς βασιλείας τῶν οὐ ρανῶν συγκρίνοντες, καὶ φάσκοντες· Εἰ ἐκεῖνος εἶχεν ἀγαπητὴν, καὶ ἡμεῖς τοῖς ἐκείνου ἴχνεσιν ἐπακολουθοῦμεν.

Καὶ τάχα καλῶς ἔχεις. Ἔγειρόν μοι γοῦν ὡς αὐτὸς τὴν Ταβιθὰν ἐκ νεκρῶν διὰ τῆς πίστεως τῆς εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἵνα πιστεύσω σοι, ὅτι καὶ σὺ πνευματοφόρος εἶ, ἐκ πεπλησμένος θείας δυνάμεως. Ἐξέλασόν μοι τοὺς δαίμονας, οὓς ἐκεῖνος ἐξήλασε, τὰς νόσους, καὶ τὰς ἑτέρας ἔργασαι θεραπείας, ὅσας ἐπετέλεσεν ἐκεῖνος ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἐῶ γὰρ τἄλλα. Ὅταν μοι δείξῃς, τότε σοι πιστεύσω, ὅτι οὐ πυροῦσαι πρὸς τὸ θηρίον. Ἢ οὐκ ἀκούεις τί λέγει ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὅτι Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοί χευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ; Ἢ μῦθός σοι καταφαίνεται τὰ τοῦ Εὐαγγελίου ῥήματα; Ὁρᾷς, ὅπως οὐ μόνον τὸ πράττειν ἐκώλυσεν, ἀλλὰ καὶ τὸν χαρακτῆρα τῆς ὄψεως ὁρᾷν ἀπέτρεψεν, εἰδὼς ὅτι σκάνδαλον τῇ τοῦ ἀνδρὸς ψυχῇ τὸ ἔνεδρον;

Ἀλλά σοι τῷ πάσχοντι παίγνιον καταφαίνεται τὸ πρᾶγμα· ἐπήρωσας γάρ σου τὸ φρόνημα τῇ ἀναισχυντίᾳ, προσωπείου δίκην τῷ προσώπῳ σου ἐμπεριθέμενος· ἀγνοεῖς γὰρ ἡλίκῳ ναυαγίῳ περιπέπτωκας. Ἐπαν έλθωμεν ἐπὶ τοὺς τῶν ἁγίων προφητῶν χαρακτῆρας, ὅπως τὸν ἅπαντα χρόνον τῆς ζωῆς ἐν ὄρεσι καὶ σπηλαίοις διέτριβον, οὐ μόνον τοῦ ὁρᾷν γυναῖκα ἀπαλλαττόμενοι, ἀλλὰ γὰρ καὶ τοῦ ἐνθυμεῖσθαι. Ἢ καὶ τοῦτό σοι πάντως λῆρος καταφανήσεται; Βλέπω γάρ σε καὶ ἀντιθέσεσι πολλῶν λόγων κενῶν σαυτὸν παραμυθούμενον. Μνήσθητι τῆς ἐκ τοῦ παραδείσου ἐκβολῆς, καὶ τοῦ ὀλέθρου τοῦ κατακλυσμοῦ, καὶ τῆς τῶν Σοδομιτῶν καταστροφῆς, ὅτι διὰ γυναῖκα πάντα τὰ κακὰ ἐξ ἀρχῆς μέχρι τέλους γίνεται, τῆς τοῦ Σαμψὼν τοῦ δικαίου προδοσίας, καὶ τῆς τοῦ Ἰωσὴφ ἐκείνου τοῦ ἐναρέτου ἐπιβουλῆς. Μνημόνευσον τῆς τοῦ ἐκλεκτοῦ γένους τῶν Ἰουδαίων ἀπωλείας. Εἰ δὲ ταῦτά σε οὐ πείθει, Σολομὼν ὁ σοφός σε πεισάτω ὧδέ πη λέγων· Οἶνος καὶ γυνὴ ἀποστήσουσι καρδίας σοφῶν. Σοφῶν, εἶπεν, ἵνα μὴ καὶ τούτῳ παρενθῇς τι, καὶ εὐτελῶς φρονήσῃς περὶ τοῦ ῥητοῦ. Ὁ γὰρ οἶνος εἰς τὸν ἄνθρωπον εἰσδύνων, καὶ κά ρωσιν μέθης ἐν αὐτῷ ἐργαζόμενος, ὥσπερ ποταμὸς πλημμυρῶν, ὅλον τὸ φρόνημα τῷ ἑαυτοῦ ῥοιζήματι παρασύρει, καὶ εἰς μανίαν ἄγει τὸν ἄνθρωπον. Τὰ αὐτὰ καὶ ἡ γυνὴ τῷ οἴνῳ διαπράττεται κατὰ τοῦ ἀνθρώπου.

∆ιὸ δὴ καὶ ὁ παροιμιαστὴς παρεπλησίασε 30.817 τὸν οἶνον τῇ γυναικί· καὶ πάντες δὲ οἱ προφῆται διαφόροις κακοῖς καὶ θηρίοις ἰοβόλοις παρεπλησίασαν τὸ γένος τῶν γυναικῶν, τὸ ἀπόλλον τὰς ψυχὰς τῶν ἀνθρώπων. Ἀλλ' οὐδὲ ταῦτά σε πείθει· παίγνιον γὰρ ὡς ἔοικε πάντα σοι καταφαίνεται. Ἔβυσας γὰρ ὡσεὶ ἀσπίδος κωφῆς τὰ ὦτά σου, μὴ εἰσακούων τῶν θείων Γραφῶν. Καὶ λοιπὸν δὲ καὶ αὐτὸς εἰς θηριώδη τρόπον μετήλλαξάς σου τὴν φύσιν, τῇ τοῦ θηρίου συνοικίᾳ ὁμότροπος αὐτῇ γενόμενος· ἧς τὰ μὲν ῥήματα εὔλαλα, καὶ ἡ φωνὴ ἡδεῖα, ἡ δὲ ψυχὴ ἀγρία, καὶ τὸ φρόνημα δρακόντων, καὶ ἡ προαίρεσις ἑρπη στικῶν, καὶ τὸ βλέμμα πυρίπνουν, καὶ