1

 2

 3

 4

 5

 6

3

τὸ φίλημα ἰοβόλον· καὶ ἀγὼν αὐτῇ, ὅπως τῇ τῶν λόγων κολα κείᾳ, καὶ τῇ τῆς προσόψεως ἀπάτῃ, καὶ τῇ τοῦ φιλήματος προσβολῇ ἐκπτύσῃ τὸ θηρίον τὸν ἰὸν εἰς τὸν τοῦ ἀθλίου λάρυγγα. Παρασύρει γοῦν λοιπὸν τὴν διάνοιαν, καὶ καροῖ τὸ φρόνημα, καὶ αὐτὸ τὸ ἡγε μονικὸν ἀκρωτηριάζει, καὶ ἐξίστησι τὸν νοῦν· καὶ ὥσπερ τὰ φάρμακα τὰ διδόμενα πρὸς ἀναίρεσιν τοῖς ἀνθρώποις, σκοτοῖ τὴν σύνεσιν, καὶ ὅλον τὸν ἄνθρωπον εἰς ἀναισθησίαν παρασύρει τῇ τοῦ δηλητηρίου ἀποτομίᾳ, τῷ αὐτῷ λόγῳ καὶ ἡ γυνὴ διὰ τοῦ φιλήματος καταβλάπτει τὸν λογικὸν ἄνθρωπον ἀλόγῳ ὁρμῇ ὑπαχθέντα, καὶ τὸ διὰ πολλῶν χορδῶν καὶ ἀρετῶν συγκείμενον κινητικὸν ὄργανον, τὸ αὐτ εξούσιον, τὸ θεοειδὲς τῆς ψυχῆς, δι' ἑνὸς δολεροῦ ῥή ματος, ἢ χειλέων συρίσματος, ἢ ὀφθαλμῶν νεύμα τος, ὥσπερ τι ἄψυχον ὄργανον ὧδε κἀκεῖσε ὅπου βούλεται περιφέρει, καὶ ὥσπερ θάλασσα κυμαί νουσα, ὅλον τὸ σῶμα ταῖς αὑτῆς ὁρμαῖς παρασύρει.

Καὶ ἔστιν ἰδεῖν λοιπὸν τὸν ἄθλιον, τὸν ἐλεεινὸν, τὸν παντὸς οἴκτου ἄξιον, τὸν συνετὸν ἐν φρονήσει, τὸν εἰς ἄκρον γραμματικῆς ἐπιστήμης ἔμπειρον, καὶ σοφιστικῆς τεχνίτην διδασκαλίας, τὸν ἰατρικῆς μετ έχοντα ἐπιστήμης, τὸν παντοίων ἔμπειρον γραμμάτων, ἢ καὶ τῶν θείων λόγων ἀναγνώσει ἑαυτὸν ἐπιδεδωκότα, καὶ τὸν μονήρη βίον πολλάκις ἐπαν ελόμενον, καὶ Ἐκκλησίας προὔχοντα, ὥσπερ τι ζῶον εὐτελὲς σχοινίῳ δεδεμένον, καὶ ὧδε κἀκεῖ ῥιπιζόμενον· ἔδησε γὰρ διὰ τῆς ἐπιπλάστου ἀγάπης, μᾶλλον δὲ, εἰ δεῖ τἀληθὲς λέγειν, τῆς αἰσχρᾶς. Καὶ γίνεται λοιπὸν ἐπιταφίου θρήνου ὁ τοιοῦτος ἄξιος, καὶ ζῶν κλαιόμενος, καὶ ἀποθανὼν πενθούμενος. Καὶ γὰρ ζῶν ἀπέθανεν, ὥσπερ ἐν τάφῳ τῷ ἰδίῳ σώματι κατοικῶν· καὶ ἀποθανὼν, δισσῶς ἀπέθανε, κρίσει γεέννης πυρὸς αἰωνίου κολαζόμενος. Τί νῦν λέγεις, ὦ τῶν ἀθλίων ἀθλιώτερε, ὦ τῆς κακίας γεῖτον; Ποῦ σου τὰ σεμνὰ βαδίσματα; ποῦ σου εἰς ἄκρον παιδεία; ποῦ δὲ ὁ τῆς σοφίας κάματος; ποῦ σου τὸ σεμνὸν τῶν τρόπων; ποῦ τὸ εὔτακτον; ποῦ αἱ πλειστάκις ἐπιτελεσθεῖσαι ὑπὸ σοῦ χαμευνίαι τῆς φιλοσοφίας χάριν; ποῦ ἡ σύνεσις; ποῦ τὸ φιλόθεον; ποῦ τὸ φιλόχριστόν σου; Ἀλλὰ τούτων μακρὰν ἐγένου κακῷ θηρίῳ συνοικήσας, μᾶλ λον δὲ ἑαυτὸν εἰς τὸν τῆς ἀπωλείας τάρταρον ἐνέῤ ῥιψας. Τίς γάρ σε ἠνάγκασεν εἰς τὸ τῆς παρανομίας ἐργαστήριον εἰσιέναι;

Τίς δέ σε ἠνάγκασεν εἰς τὸν αὐτῆς κόλπον, ὥσπερ εἰς βυθὸν ἀγριαινούσης 30.820 θαλάσσης εἰσδῦναι; Μὴ γὰρ οὐκ ἦσθα αὐτεξούσιος; Αὐτοκατάκριτον σαυτὸν πεποίηκας. Ἐπειδὴ οὐκ ἠβουλήθης πρὸ τῆς τοῦ πάθους ἀκμῆς ἀπολῦσαι ἀπὸ σοῦ τὸ ἀργαλέον, πάντως που ηὐλαβήθης μή σου τὰ μυστήρια θριαμβεύσῃ ἐκβληθεῖσα. Τί δὲ αὐτῇ καὶ ἀνετίθου μυστήρια τὰ ἐν σοὶ καλῶς ἀπο κείμενα; Μὴ γὰρ στενοχωρίαν παρεῖχέ σοι ἐν θη σαυροῖς σοφίας σου φυλαττόμενα; Εἶτα τὸν μὲν ὑπὸ τοῦ ἰδίου δεξιοῦ ὀφθαλμοῦ σκανδαλιζόμενον, παρα κελεύεται ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χρι στὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, αὐτὸν δι' ἑαυτοῦ ἐκκόπτειν τὸ σκανδαλίζον μέλος.

Σὺ δὲ ἐχθρὸν καὶ ἐναντίον πρᾶγμα, τὸ μὴ μόνον σκανδαλίζον, ἀλλὰ καὶ θανατοῦν τὴν ψυχὴν, οὐκ ἐκβάλλεις ἀπὸ σοῦ; Ἀγαπητὴ γὰρ ἤτω διὰ Χριστὸν ἕως τοῦ χαίρειν· ἐὰν δὲ βλάπτῃ ψυχὴν, μηδὲ τὸ χαίρειν αὐτῇ· μόνον ἐπισκέψασθαι ἀσθενοῦντα, καὶ μὴ τὸν ὑγιαίνοντα σκανδαλίσαι, ἢ ἐν καιρῷ θλίψεως, διωγμοῦ, ἢ ἐν ἐκκλησίᾳ· ἐπειδὴ πάντες εἷς ἐσμεν ἐν Χριστῷ, ἀλλὰ νῦν οὐκ ἐσμέν. ∆ιὰ τί; ἐπειδὴ ἡμεῖς οὐ βου λόμεθα, προτιμήσαντες τὴν μισαδελφίαν τῆς φιλ αδελφίας. Μὴ σκανδαλίζετε τὸν κόσμον, οἱ τὰς συν εισάκτους ἔχοντες. Μὴ γὰρ γῆμαί σε ἡ Γραφὴ οὐκ ἐπέτρεψε; Γεγόνατε καὶ Ἰουδαίοις, καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ πρόσκομμα. Ἢ ἀντιπίπτειν ταῖς ἁγίαις Γραφαῖς ἐπιχειρεῖτε, καὶ παραζηλοῦτε τὸν Κύριον; Μὴ ἰσχυρότεροι αὐτοῦ ἐστε; Ἐμβλέψατε εἰς τὴν ἑαυτῶν ἀσθένειαν,