1

 2

 3

 4

 5

 6

5

Εἴρηται μετὰ παῤῥησίας, ἀλλ' οὐδὲν κατ' ἀξίαν τῶν πραττο μένων. Ἀλλ' ἐρεῖ τις· Σκληρὸς ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; Καὶ τὸ ὑποκριτικὸν καὶ ἀπεχθέστατον γένος τοῦτο εἴρηκέ ποτε πρὸς τὸν Σω τῆρα· ἀλλ' ἴστε ἅπαντες, τίνα αὐτοῖς ἀπόκρισιν ἔδω κεν. Οὕτως καὶ ἐνταῦθα· ὁ βουλόμενος κατανυσσέσθω. Λόγοι γὰρ σοφῶν, ὡς τὰ βούκεντρα, καὶ ὡς ἧλοι πε πυρωμένοι, φησὶν ἡ Γραφή. Νομίζω ἀξιόπιστα ταῦτα τυγχάνειν, εἰ καὶ μέτρια τῷ λόγῳ, πρὸς τὴν τῶν τὰς συνεισάκτους ἐχόντων μανίαν

. Ἀνακοπτέτω τοίνυν ὁ λόγος τὸν χρεμετισμὸν χαλινοῦ δίκην, καὶ εἰς τάξιν 30.824 ἀγέτω τὴν ἄλογον ὁρμὴν τοῦ γυναικείου ῥεύμα τος παρασυρομένων. Φόβος πρόκειται καὶ τρόμος, καὶ τὸ πῦρ ἀπηχεῖ. Μηδεὶς καταφρονείτω. Κἂν γάρ τις θηριώδης τυγχάνῃ, ὑπὸ πυρὸς δαμασθήσεται· κἂν γάρ τις δρακοντώδης τὴν προαίρεσιν, τάρταρος ἡτοίμασται· κἂν Σοδομιτικὴν καρδίαν περιφέρῃ, πῦρ ἀπ' οὐρανοῦ. βρέχει· ὅλοι γὰρ οἱ οὐρανοὶ πυρὶ τεθη σαυρισμένοι. Μηδεὶς τῆς τοῦ λέγοντος φωνῆς παρ ακουέτω, ἀλλὰ τῆς τῶν λόγων δυνάμεως σκοπείτω τὸ φοβερὸν, καὶ τὴν τοῦ Θεοῦ κρίσιν πρὸ ὀφθαλμῶν ἐχέτω· Ὡς ἀνέλεος ἡ κρίσις τῷ μὴ ποιήσαντι ἔλεον.

Λοιπὸν δέ μοι καιρὸς καὶ πρὸς ὑμᾶς μέτρια εἰ πεῖν, ὦ ἄνθρωποι, οἱ τῶν ἀδελφῶν ἐχθροὶ, καὶ τῶν γυναικῶν φίλοι, οἱ εἰς τὴν τῶν γυναικῶν θολερὰν φι λίαν ζέοντες, καὶ εἰς τὴν καθαρὰν τῶν ἀδελφῶν ἀγάπην ψυχρότατοι. Ἀλλ' ἐρεῖς, ὅτι διὰ Χριστὸν αὐτὸ πράττεις προνοούμενος τοῦ ἀσθενοῦς σκεύους. Ναὶ οἶδα. ∆ιὰ τί τοίνυν καὶ τῷ ἀδελφῷ σου τῷ διὰ Χριστὸν πενομένῳ τὸ αὐτὸ οὐ ποιεῖς, ἀλλὰ τοὺς ἀδελ φοὺς ὡς ἐπιβούλους ὁρᾷς, τὰς δὲ ἐπιβούλους, ὡς ἀδελφάς; Ἀλλ' ἐρεῖς μοι· Πῶς δύναμαι τὸν ἀδελφὸν μετ' ἐμαυτοῦ προσλαβέσθαι; ἐκείνη με ἔθαλπεν· ἐκείνη με ἐκολάκευεν· ἐκείνη μοι ἱμάτια ποικίλα κατεσκεύαζε, θρυπτὰ καὶ στρεπτοὺς καὶ νεήλατα ἐποίει· ἐκείνης ἡ φωνὴ ἡδεῖα, καὶ τὸ βλέμμα τρυφε ρόν. Οὐκ οἶδας τί φρονεῖς.

Ταῦτα ἐνθουσιαζόντων τὰ ῥήματα. Ἐκείνης τὰ γλυκερὰ ῥήματα ὕστερον πικρότερα χολῆς εὑρεθήσεταί σοι· ἐκείνης τὸ τρυφερὸν βλέμμα εἰς ταρτάρου σε κλεῖθρα κατάγει· ἡ δὲ τοῦ ἀδελφοῦ ἀγάπη βασιλείαν οὐρανῶν σοι προξενεῖ. Τί τὴν τῆς ἀσπιδοχελώνης ὕπουλον ἀγάπην προτιμᾷς τῆς τοῦ ἀδελφοῦ γνησίας ἀγάπης; τί τὸ ἀπόλλον διώ κεις, τὸ σῶζον ἀπωθούμενος; Εἰ γὰρ ἄνδρες Νινευῗται οἱ ἐπὶ τῷ τοῦ προφήτου κηρύγματι πιστεύσαν τες, ἀναστάντες ἐν τῇ κρίσει κατακρινοῦσι τοὺς παρ ακούσαντας τῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ῥημάτων, πάντως που καὶ οἱ τῶν Ἑλλήνων σοφοὶ, οἱ τὴν φιλοσοφίαν ἀσκήσαντες, καὶ τὴν μισογυνίαν ἑλόμενοι, κατακρινοῦσι τοὺς ἐν τῇ ἀληθινῇ σοφίᾳ ὄν τας, καὶ συμπεπλεγμένους γυναικαρίοις ἀσώτοις· ὅτι ἐκεῖνοι διὰ γραμματικὴν ἐμπειρίαν καὶ ῥητορικὴν δεινότητα, ἥτις μωρία παρὰ τῷ Θεῷ ἐστιν, ἐγκράτειαν ἤσκησαν, καίπερ εἰδώλοις ἀψύχοις λατρεύον τες. Ἀλλὰ καὶ οἱ ἐν τῷ τῆς μανίας σταδίῳ τρέχοντες, καταφρονοῦσι τοῦ πράγματος, μηδὲ τὸ σύνολον εἰς γυναῖκα ἐμβλέποντες, τοῦ φθαρτοῦ βραβείου χάριν· ὑμεῖς δὲ τὰ μυστήρια τῶν ἐπουρανίων πραγμάτων ἐπιγνόντες, καὶ τὰ τοῦ μέλλοντος αἰῶνος φοβερὰ κρι τήρια προακούσαντες, τὴν σωφροσύνην οὐκ ἐτηρήσα τε, οὐδὲ τὴν ἐγκράτειαν ἐφυλάξατε, ματαίῳ λογισμῷ ὑπαχθέντες τῇ τῶν ὁμοσκήνων ἑταιρείᾳ. Καὶ πῶς τις ἐξ ὑμῶν δυνήσεται Ἐκκλησίας προνοήσασθαι, καὶ τὸν περὶ κατηχήσεως λόγον ἐν ἐκκλησίᾳ λαλῆσαι, αὐτὸς μὴ προκαθαρίσας τὴν ἑαυ τοῦ συνείδησιν; Πρὸς ὃν ἄν τις εὐλόγως εἴποι· 30.825 Ὑποκριτὰ, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε δυνήσῃ ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου. Πῶς δὲ καὶ περὶ σωφροσύνης τολμήσεις λαλῆσαι, αὐτὸς γυναικομανίᾳ δεδουλωμένος; ἢ πῶς τὰ περὶ δικαιοσύνης διδάξαι, αὐτὸς ὑπὸ τῆς ἀδικίας