De contionibus militaribus

 ἐκλογῆς καὶ φιλοπόνου καὶ ἐμμερίμνου σπουδῆς τὰ φιλόχριστα ἡμῶν τάγματά τε καὶ θέματα πρὸς τὸ κρεῖττον καὶ ἄμεινον μεταγάγωσιν, ὡς ἐκ μόνης φήμης κατα

 ἔχετε τούτους καὶ διὰ λόγων καὶ δι' ἔργων τὸ ὑμῶν διεγεροῦντας πρόθυμον. δείξατε τούτοις τὴν ἐνοῦσαν ὑμῖν ἐκ φύσεως γενναιοτάτην καὶ καρτερὰν ἔνστασιν

 ἀριστεύσαντες κατεφάνησαν· ἡλίκα γὰρ ἐν Λαγγοβαρδίᾳ σταλέντες κατὰ τῶν ἐχθρῶν ἀνέστησαν τρόπαια, καὶ ὅπως τοὺς ἐναντιουμένους τῇ βασιλείᾳ ἡμῶν ἐχειρώσ

 τῇ ἀπείρῳ καὶ ἀφάτῳ αὐτοῦ ἀγαθότητι καὶ τοῖς ἀμέτροις καὶ ἀκαταλήπτοις οἰκτιρμοῖς ἐπόψοιτο ὑμᾶς ἐν ἐλέῳ καὶ εὐμενείᾳ, ἐπίδοι ἐφ' ὑμᾶς ἄνωθεν ἱλέῳ ἐν ὄ

ἐκλογῆς καὶ φιλοπόνου καὶ ἐμμερίμνου σπουδῆς τὰ φιλόχριστα ἡμῶν τάγματά τε καὶ θέματα πρὸς τὸ κρεῖττον καὶ ἄμεινον μεταγάγωσιν, ὡς ἐκ μόνης φήμης καταπτοεῖν τὸ ἀντίπαλον.

3 Ἐπεὶ δὲ διὰ γραμμάτων τῶν αὐτῶν περιφανεστάτων ἀνδρῶν καὶ ἀξιολογωτάτων ἡμῶν θεραπόντων ἀνεδιδάχθημεν, ὡς ἤδη κατὰ τὴν ἡμετέραν πρόσταξιν, μᾶλλον δὲ κατὰ τὴν τοῦ Θεοῦ νεῦσιν καὶ ῥοπὴν πᾶν μὲν τὸ ἀχρεῖον καὶ πρὸς πολέμους ἀνεπιτήδειον ἀπεβάλοντο, ὅσον δὲ γενναῖον καὶ χρήσιμον καὶ τῶν ἄλλων προκινδυνεῦον προὔκρινάν τε καὶ εἰς πολέμους ἀφώρισαν, καὶ πάσῃ ἐπιμελείᾳ καὶ σπουδῇ καὶ φιλοπόνοις ἀγρυπνίαις πρὸς εὐταξίαν καὶ κατάστασιν ὑμῶν ἐχρήσαντο, -καὶ μέλλουσιν οἱ τοιοῦτοι τῆς βασιλείας ἡμῶν δοῦλοι ἀναλαβέσθαι ὑμᾶς, ὡς ἤδη κατηρτισμένους καὶ ἡτοιμασμένους καὶ πρὸς ταξείδιον ἀποκινῆσαι καὶ κατὰ τῶν ἐχθρῶν ὁρμῆσαι, ὅπου παρὰ τῆς βασιλείας ἡμῶν διωρίσθησαν, ἡ μὲν χαρὰ ἡμῶν εἰς τὸ ἀπειροπλάσιον ηὐξήθη, καὶ δάκρυσιν ἅμα καὶ ἡδονῇ συσχεθέντες ἑαυτοὺς μὲν ἀναξίους εἰς ἱκεσίαν τοῦ Θεοῦ ἡγησάμεθα, τοὺς δὲ τιμιωτάτους καὶ ἁγίους πατέρας τοὺς ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς προσκαθεζομένους πρὸς δεήσεις ἐκκαλεσάμενοι καὶ πρὸς ἱκεσίας προτρεψάμενοι αὐτοὺς ἀδιαλείπτως καὶ ἀγρύπνως ὑπὲρ ὑμῶν προσεύχεσθαι διεταξάμεθα. ἀλλὰ καὶ ἐν ταῖς τῆς θεοφυλάκτου πόλεως ἐκκλησίαις καὶ τοῖς εὐαγέσι μοναστηρίοις τὸ αὐτὸ τοῦτο ποιεῖν διεκελευσάμεθα, ἵνα τῆς τούτων πάντων δεήσεως εἰς ὦτα κυρίου Σαβαὼθ ἀναβαινούσης καὶ συγκιρναμένης καὶ συνενουμένης τῇ ὑμετέρᾳ προθυμίᾳ καὶ πρὸς ἡμᾶς πίπτει, εὔκολος ὑμῖν καὶ ἀπρόσκοπος ἡ παροῦσα γένηται ὁδός. ἐπεὶ οὖν τὸ θαρρεῖν ἔκ τε τῆς τοῦ φιλανθρώπου Θεοῦ προνοίας καὶ βοηθείας ἔχομεν, ἔκ τε τῆς ἁγίας εὐχῆς τῶν ἱερῶν καὶ ὁσίων πατέρων, ἔκ τε τῆς ὑμετέρας ἐπαινετῆς ἀνδρείας καὶ εὐτολμίας, δέξασθε καὶ τὴν ἡμετέραν παραίνεσιν ὡς ἐκ πατρὸς φιλοστόργου καὶ τὰ σπλάγχνα περὶ ὑμῶν διακαιομένου καὶ μυρίαις φροντίσι καθ' ἑκάστην ὑπὲρ ὑμῶν συνεχομένου.

4 Τεκνία πιστὰ καὶ ἀγαπητά, στράτευμα ἱερόν τε καὶ θεοσύλλεκτον· νῦν-εἴπερ ποτὲ-καιρὸς ἥκει τὴν ὑμῶν ἀνδρείαν φανερωθῆναι, τὴν ὑμῶν εὐτολμίαν διαγνωσθῆναι, τὸ ἐπαινετὸν θάρσος πᾶσι δῆλον γενέσθαι. εἰ γὰρ καὶ πολλάκις ἐν τοῖς παρελθοῦσι χρόνοις κατὰ τῶν ἐχθρῶν ἠνδραγαθήσατε καὶ κατ' αὐτῶν ἠριστεύσατε, ἀλλὰ τὰ μὲν ἐπράττετο κατὰ συμβεβηκὸς καὶ τύχην ἄστατον καὶ ἀνώμαλον, τὰ δὲ κατ' ἐπιτήδευσιν καὶ τέχνην ἀνδρείας μὲν ὀνόματι κεχρωσμένην, ἀνανδρίας δὲ πράγματι γνωριζομένην, καὶ οὔτε τὰ τῶν ἀνδρείων καθαρῶς διεγινώσκετο, οὔτε τὰ τῶν ἀνάνδρων διεκρίνετο, ἀλλ' ὥσπερ ἐν συγχύσει καὶ σκοτομήνῃ ἢ νυκτομαχίᾳ τὰ καθ' ὑμᾶς συνεζοφοῦτο καὶ συνεκαλύπτετο. ἐπεὶ δὲ ἡ νῦν διὰ τῶν πιστοτάτων ἡμῶν δούλων καὶ γνησίων θεραπόντων γεγονυῖα ἐκλογὴ ἑκάστου ὑμῶν τήν τε ἀνδρείαν καὶ γενναιότητα ἐφανέρωσεν, καὶ τοὺς πάλαι φθονερῶς (οὐκ οἷδα εἰπεῖν ἢ φιλαλήθως) καλυπτομένους καὶ ἀγνοουμένους εἰς φῶς προελθεῖν καὶ ἀναγνωρισθῆναι ἑκάστου ὑμῶν τὸ ἀνδρεῖον, τὸ εὔτολμον, τὸ καρτερι κόν, καὶ ὑμεῖς μὲν δίκην καθαροῦ σίτου εἰς ἐκλογὴν προεκρίθητε, οἱ δ' ἄλλοι ὥσπερ ζιζάνια συναυξηθέντα τῷ σίτῳ ἀπερρίφησάν τε καὶ ἀπεβουκολήθησαν, δείξατε τὴν ὑμῶν κατὰ τῶν ἐχθρῶν ἀνυπόστατον ὁρμὴν καὶ καρτερίαν. χωρήσατε κατ' αὐτῶν, καὶ χωρήσατε οὐκ ἐνδοιάζοντες, οὐ μετοκλάζοντες καὶ εἰς τὰ ὀπίσω χωροῦντες, ἀλλ' εἰς τὰ ἔμπροσθεν ἐπεκτεινόμενοι. ἔχετε τοὺς τὴν ὑμῶν κατοψομένους ἀνδρείαν τοὺς ἀντιπροσώπους τῆς βασιλείας ἡμῶν καὶ τὸν τόπον ἡμῶν ἀναπληροῦντας.