De contionibus militaribus

 ἐκλογῆς καὶ φιλοπόνου καὶ ἐμμερίμνου σπουδῆς τὰ φιλόχριστα ἡμῶν τάγματά τε καὶ θέματα πρὸς τὸ κρεῖττον καὶ ἄμεινον μεταγάγωσιν, ὡς ἐκ μόνης φήμης κατα

 ἔχετε τούτους καὶ διὰ λόγων καὶ δι' ἔργων τὸ ὑμῶν διεγεροῦντας πρόθυμον. δείξατε τούτοις τὴν ἐνοῦσαν ὑμῖν ἐκ φύσεως γενναιοτάτην καὶ καρτερὰν ἔνστασιν

 ἀριστεύσαντες κατεφάνησαν· ἡλίκα γὰρ ἐν Λαγγοβαρδίᾳ σταλέντες κατὰ τῶν ἐχθρῶν ἀνέστησαν τρόπαια, καὶ ὅπως τοὺς ἐναντιουμένους τῇ βασιλείᾳ ἡμῶν ἐχειρώσ

 τῇ ἀπείρῳ καὶ ἀφάτῳ αὐτοῦ ἀγαθότητι καὶ τοῖς ἀμέτροις καὶ ἀκαταλήπτοις οἰκτιρμοῖς ἐπόψοιτο ὑμᾶς ἐν ἐλέῳ καὶ εὐμενείᾳ, ἐπίδοι ἐφ' ὑμᾶς ἄνωθεν ἱλέῳ ἐν ὄ

ἔχετε τούτους καὶ διὰ λόγων καὶ δι' ἔργων τὸ ὑμῶν διεγεροῦντας πρόθυμον. δείξατε τούτοις τὴν ἐνοῦσαν ὑμῖν ἐκ φύσεως γενναιοτάτην καὶ καρτερὰν ἔνστασιν· ἰδέτωσαν ὑμῶν τοὺς ἰσχυροὺς βραχίονας κατ' ἐχθρῶν ἀγωνιζομένους, καὶ θαυμασάτωσαν, καὶ Θεὸν ἐν τούτῳ δοξασάτωσαν. ἐγὼ μὲν γὰρ ὅλος πρὸς ὑμᾶς ἀνακείμενος καὶ ἐν αὐταῖς ταῖς καρδίαις ὑμῶν ὥσπερ ἐμβατεύων καὶ εἰσοικιζόμενος τοσοῦτον τῷ πρὸς ὑμᾶς ἔρωτι καὶ τῷ πόθῳ διεκινήθην καὶ ἀνεκράθην, ὥστε καὶ ἑτοιμασθῆναι καὶ εὐτρεπισθῆναι καὶ Θεοῦ συνευδοκοῦντος καὶ ἐπινεύοντος συνεκστρατεῦσαι μεθ' ὑμῶν, καὶ δι' ὄψεως αὐτῆς βεβαιωθῆναι, ἃ διὰ τῶν λόγων πάλαι προενηχούμην καὶ ἤκουον.

5 Εἰ οὖν ἐστιν καὶ ἐν ὑμῖν τις πόθος τοῦ θεάσασθαι ἡμᾶς τε καὶ τὸν ἡμέτερον υἱὸν συνιππότας ὑμῶν καὶ συνοπλίτας καὶ συστρατιώτας, νῦν διὰ τῶν ἔργων αὐτῶν τὸν τοιοῦτον βεβαιώσατε πόθον, διὰ τῶν πραγμάτων τὴν πρὸς ἡμᾶς ἐγκάρδιον ἀγάπην αὐξήσατε, ἵνα ταῖς ὑμῶν ἀριστείαις καὶ νίκαις καὶ κατὰ τῶν ἐχθρῶν ἐπικρατείαις καὶ τοῖς ἀηττήτοις τροπαίοις νευρούμενος καὶ θαρσοποιούμενος προθυμότερος γενήσομαι τὴν μεθ' ὑμῶν ἐκστρατείαν ἀσπάσασθαι. πρότερον μὲν γὰρ ὑπέτρεχέ τις φήμη περὶ τοῦ δυσσεβεστάτου Χαμβδᾶ καὶ τῶν μισοχρίστων Ταρσιτῶν, ὡς εἰσὶν ἀνδρεῖοί τε καὶ λαὸν πρὸς πολέμους ἄμαχον κέκτηνται, ἐξ οὗ πτοούμενοι καὶ καταχαυνούμενοι τὴν πρὸς ἐκείνους συμπλοκὴν ὑπεφεύγετε· ἀλλὰ νῦν τοῦτο οὐκ ἔστιν· ὡς γὰρ καὶ αὐτοὶ γινώσκετε, ὅτι ἀποσταλεὶς ὁ δεῖνα μετὰ καὶ τῶν λοιπῶν στρατηγῶν πρὸ καιροῦ τινος κατὰ τῶν χωρῶν καὶ κάστρων τῆς θεολέστου Ταρσοῦ, καὶ εἰς τὰ ἐνδότατα τούτων εἰσελθών, καὶ πάσῃ προθυμίᾳ καὶ λόγοις προτρεπτικοῖς τὸν σὺν αὐτῷ λαὸν καθοπλίσας ὁποῖον εἰργάσατο ταξείδιον, καὶ ὁπόσους ἐχειρώσατο καΐτας καὶ λαὸν πλεῖστον τῶν Ταρσιτῶν, οὐδένα ὑμῶν διέλαθεν. ἀλλὰ καὶ ὁ ἀποσταλεὶς λαὸς πρὸ μικροῦ ἐν Μεσοποταμίᾳ, μετὰ τοῦ Πατρικίου ὁ δεῖνα καὶ τῶν λοιπῶν καὶ τὸ γενναῖον τοῦ Χαμβδᾶ καὶ ἀκαταγώνιστον-ὡς ᾤετο-σύστημα τοῦ στρατεύματος αὐτοῦ καταβαλὼν καὶ ἀπονητὶ χειρωσάμενος πάντως πείσει τὰς ὑμετέρας ψυχὰς εὐτολμοτέρας γενέσθαι, καὶ θαρραλεωτέρας πρὸς τὴν κατὰ τῶν ἐχθρῶν συμπλοκήν. 6 Περὶ μὲν γὰρ τῆς ὑμῶν ἀνδρείας πολλὴ καὶ μεγάλη φήμη τῶν ἐθνικῶν κατεκράτει ἀκοῶν, ὡς ἀνυπόστατον ἔχετε τὴν ὁρμήν, ὡς ἀσύγκριτον τὴν ἀνδρείαν κέκτησθε, ὡς ἀταπείνωτον τὸ φρόνημα πρὸς πολέμους ἐνδείκνυσθε. ἐπεὶ δὲ νῦν μοῖραί τινες τῶν τοιούτων ἐθνῶν μεθ' ὑμῶν συνεξεστράτευσαν, τῶν μὲν ἄλλων, τῶν ἐν τοῖς προτέροις ταξειδίοις ἀριστευσάντων αὐταῖς ὄψεσι τό τε ἀνδρεῖον καὶ γενναῖον ἐξεπλάγησαν, νῦν καταπλαγήτωσαν καὶ τὴν ὑμῶν εὐτολμίαν, θαυμασάτωσαν τὴν πρὸς βαρβάρους ἀνίκητον ἰσχὺν καὶ ἀήττητον. γένεσθέ μοι καὶ τῶν ἐθνῶν θαῦμα καὶ ἔκπληξις, καὶ τῶν ὁμοφύλων ἰσχὺς καὶ κραταίωσις· νευρώσατε τὰς ψυχάς, κρατύνατε τοὺς βραχίονας, παραθήξατε τοὺς ὀδόντας δίκην ἀγρίων συῶν, καὶ μηδεὶς νῶτα δοῦναι τοῖς ἐχθροῖς πειραθῇ, ὡς ὅ γε τοῦτο κατὰ νοῦν βαλλόμενος πρότερον τὴν ἑαυτοῦ ἀπαγορεύσει ζωήν. λαληθήτωσαν τὰ ὑμῶν ἀριστεύματα καὶ ἐν ταῖς ἀλλοτρίαις χώραις, ἐκπλαγήτωσαν καὶ οἱ συνόντες ὑμῖν ἐθνικοὶ τὰ ὑμῶν κατορθώματα, γενέσθωσαν κήρυκες τοῖς αὐτῶν συμφυλέταις τῶν τε τροπαίων καὶ νικοποιῶν συμβόλων, ὡς ἂν ὑμᾶς ἐργασαμένους θεάσωνται. 7 Ταῦτα καὶ πρὸς τὰ τῆς ἀνατολῆς φιλόχριστα καὶ θεοσύλλεκτά φαμεν στρατεύματα καὶ πρὸς τοὺς ἀπὸ Μακεδονίας καὶ Θρᾴκης συνεκστρατεύσαντας ὑμῖν, καὶ δηλοῦμεν καὶ γνωρίζομεν· καὐτοὶ γὰρ οὗτοι συστρατιῶται καὶ συνέκδημοι γεγόνασιν ὑμῶν, καὶ πολλάκις ἐν πολέμοις