De contionibus militaribus

 ἐκλογῆς καὶ φιλοπόνου καὶ ἐμμερίμνου σπουδῆς τὰ φιλόχριστα ἡμῶν τάγματά τε καὶ θέματα πρὸς τὸ κρεῖττον καὶ ἄμεινον μεταγάγωσιν, ὡς ἐκ μόνης φήμης κατα

 ἔχετε τούτους καὶ διὰ λόγων καὶ δι' ἔργων τὸ ὑμῶν διεγεροῦντας πρόθυμον. δείξατε τούτοις τὴν ἐνοῦσαν ὑμῖν ἐκ φύσεως γενναιοτάτην καὶ καρτερὰν ἔνστασιν

 ἀριστεύσαντες κατεφάνησαν· ἡλίκα γὰρ ἐν Λαγγοβαρδίᾳ σταλέντες κατὰ τῶν ἐχθρῶν ἀνέστησαν τρόπαια, καὶ ὅπως τοὺς ἐναντιουμένους τῇ βασιλείᾳ ἡμῶν ἐχειρώσ

 τῇ ἀπείρῳ καὶ ἀφάτῳ αὐτοῦ ἀγαθότητι καὶ τοῖς ἀμέτροις καὶ ἀκαταλήπτοις οἰκτιρμοῖς ἐπόψοιτο ὑμᾶς ἐν ἐλέῳ καὶ εὐμενείᾳ, ἐπίδοι ἐφ' ὑμᾶς ἄνωθεν ἱλέῳ ἐν ὄ

ἀριστεύσαντες κατεφάνησαν· ἡλίκα γὰρ ἐν Λαγγοβαρδίᾳ σταλέντες κατὰ τῶν ἐχθρῶν ἀνέστησαν τρόπαια, καὶ ὅπως τοὺς ἐναντιουμένους τῇ βασιλείᾳ ἡμῶν ἐχειρώσαντό τε καὶ καθυπέταξαν, ἡμᾶς μαρτυροῦντας προσδέξασθε. 8 Μετ' αὐτῶν οὖν ὡς μιᾶς καὶ βασιλείας καὶ δεσποτείας καὶ δοῦλοι καὶ στρατιῶται τυγχάνοντες τὴν παροῦσαν ἐκστρατείαν προθύμως ποιήσατε ἀδελφικῶς πρὸς αὐτοὺς διακείμενοι καὶ πατρικῶς τῆς αὐτῶν σωτηρίας φροντίζοντες· συνεργοὶ γὰρ ὑμῶν ἀπεστάλησαν, καὶ κοινωνοὶ τῶν ὑμετέρων κινδύνων καὶ ἀριστευμάτων γεγένηνται. πᾶσιν ὑμῖν, ὡς ἐμοῖς σπλάγχνοις καὶ μέλεσι, τὰ αὐτὰ παραινῶν καὶ διὰ τῆς παρούσης φθεγγόμενος γραφῆς πέποιθα ἐπὶ Χριστὸν τὸν ἀληθινὸν θεόν, τὸν μόνον ἀθάνατον βασιλέα, καὶ τοιαύταις ἐλπίσιν ἐπερείδομαι, ὡς οὐ καταισχυνεῖτέ μου τὴν εἰς ὑμᾶς προσδοκίαν, οὐκ ἀποσβέσετε τὰς ἐλπίδας, οὐ τὴν εὐγνωμοσύνην ἀμβλύνετε, οὐ νοθεύσετε τὴν δούλωσιν, ἀλλ' ὡς τῆς βασιλείας ἡμῶν μὲν γνήσιοι καὶ πιστότατοι δοῦλοί τε καὶ ὑπήκοοι καὶ τοῦ Ῥωμαϊκοῦ γένους ὑπέρμαχοι στερροὶ καὶ ἀκαταγώνιστοι τοιαύτην καὶ τοσαύτην τὰ νῦν καὶ τὴν ἀνδρείαν καὶ ἄλλην πᾶσαν εὐτολμίαν καὶ γενναιότητα ἐπεδείξασθε, ὥστε νικητὰς ὑμᾶς καὶ τροπαιοφόρους κατὰ τῶν ἐχθρῶν ἀναφανέντας καὶ μετὰ νίκης καὶ ἀλαλαγμῶν χαροποιῶν ὑποστρέψαντας καὶ ἀγκαλισόμεθα ὑμᾶς καὶ προσδεξόμεθα, καὶ τὰ διὰ Χριστὸν τραυματισθέντα σώματα ὑμῶν, ὡς μαρτυρικὰ μέλη, κατασπασόμεθα καὶ τῷ τοῦ αἵματος λύθρῳ ἐγκαυχησόμεθα καὶ ἐνδοξασθησόμεθα ἐφ' ὑμῖν καὶ τοῖς ὑμετέροις γενναίοις κατορθώμασί τε καὶ ἀγωνίσμασιν, ἵνα δὲ γνῶτε, ὁπόσον περὶ ὑμῶν ἐμπυρίζομαι τὴν ψυχὴν καὶ ὅλος διακαίομαι καὶ καταφλέγομαι πάντοθεν ὑμῖν ἐπινοῶν τὰ πρὸς σωτηρίαν συντείνοντα καὶ κατευοδοῦντα ὑμᾶς, ἰδοὺ ἐκ τῶν ἀχράντων καὶ πανσέπτων συμβόλων τοῦ πάθους Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν, τῶν τε τιμίων ξύλων καὶ τῆς ἀχράντου λόγχης, καὶ τοῦ τιμίου τίτλου, καὶ τοῦ θαυματουργοῦ καλάμου, καὶ τοῦ ἐκ τῆς τιμίας αὐτοῦ πλευρᾶς ἀπορρεύσαντος ζωοποιοῦ αἵματος, τοῦ τε πανσέπτου χιτῶνος, καὶ τῶν ἱερῶν σπαργάνων, καὶ τῆς θεοφόρου σινδόνος καὶ τῶν λοιπῶν τοῦ ἀχράντου πάθους αὐτοῦ συμβόλων ἀπομυρίσαντες ἐξαπεστείλαμεν ὑμῖν ἁγίασμα τοῦ ῥαντισθῆναι ἐφ' ὑμῖν καὶ δι' αὐτοῦ περιχρισθῆναι καὶ θείαν ἐξ ὕψους ἐπενδύσασθαι δύναμιν. πιστεύω γὰρ τῷ ἀληθινῷ μου θεῷ καὶ σωτῆρι Χριστῷ, ὅτι ὥσπερ διὰ τοῦ ἀπορρεύσαντος αἵματός τε καὶ ὕδατος ἐκ τῆς ἀχράντου αὐτοῦ πλευρᾶς τὸ τῶν ἀνθρώπων γένος ἀνέπλασέν τε καὶ ἐζωοποίησεν, οὕτως καὶ διὰ τοῦ ῥαντισμοῦ τοῦ ἁγίου τούτου ὕδατος καὶ ζωογονήσει καὶ ἀναπλάσει ὑμᾶς, καὶ θάρσος καὶ ἰσχὺν καὶ δυναστείαν κατὰ τῶν ἐχθρῶν ἐπιχορηγήσει. ὁ δὲ τῶν αἰώνων δημιουργὸς καὶ πάσης κτίσεως συνοχεὺς Χριστός, ὁ ἀληθινὸς θεὸς ἡμῶν, ὁ σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ συμφυεῖ καὶ ζωοποιῷ Πνεύματι συνπροσκυνούμενος καὶ συνδοξαζόμενος, ὁ τὰ ἀσθενῆ ἐνισχύων καὶ τὰ ταπεινὰ δυναμῶν, ὁ καὶ Φαραωνίτιδα στρατιὰν βυθῷ θαλαττίῳ περικαλύψας καὶ λαὸν ταπεινὸν διασώσας, ὁ μόνος ὑψηλὸς καὶ δυνάστης, ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ καὶ ἐφορῶν ταπεινά, ὁ περιζωννύων ῥομφαίαν τοῖς δυνατοῖς ἐν πολέμῳ καὶ χορηγῶν ἐξ ὕψους τοῖς ἐπικαλουμένοις αὐτὸν βοήθειαν, ὁ ὑπερηφάνοις ἀντιτασσόμενος, ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως γῆς, ὁ διδάσκων χεῖρας εἰς πόλεμον καὶ τοὺς βραχίονας τῶν εἰς αὐτὸν ἐλπιζόντων εἰς τόξον τιθέμενος χαλκοῦν, ὁ διδοὺς ὑπερασπισμὸν σωτηρίας καταδιώκειν τοὺς βλασφήμους ἐχθροὺς ἕως ἂν ἐκλίπωσιν, ὁ περιζωννύων δύναμιν εἰς πόλεμον, ὁ συμποδίζων πάντας τοὺς ἐπανισταμένους τοῖς ὑπὲρ αὐτοῦ πολεμοῦσιν καὶ λεπτύνων αὐτοὺς ὡσεὶ χνοῦν κατὰ πρόσωπον ἀνέμου, αὐτὸς