De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
«Τὰ γὰρ βρώματα αὐτοῦ,» κατὰ τὸ γεγραμμένον, «ἐκλεκτά·» κατακηλοῦσαι δὲ ὥσπερ τὸν ἁλόντα τε καὶ ὑπολισθήσαντα νοῦν, ὡς ἂν μὴ πολὺ βλέπων εἰς τὸ ἐλεύθερον, τῆς ὑπ' αὐταῖς θητείας ἀποφοιτήσειε. Περιποιοῦσιν ἐσθ' ὅτε τὰς ἐπὶ τοῖς γηΐνοις ἡδονὰς, καὶ οἱονείπως καταπλουτίζουσι ταῖς εἰς τὸ μηδὲν θυμηδίαις, καθάπερ ἀμέλει καὶ οἱ τῶν Αἰγυπτίων ἄρχοντες, τὴν σύνοικον ἀπολλύντα τὸν μακάριον Ἀβραὰμ, οἱονεὶ περισαίνοντες ταῖς τιμαῖς, 68.153 καὶ δώρων προσαγωγαῖς, τοῦ λυπεῖσθαι λίαν ἀποκομίζειν ἤθελον. Γέγραπται γὰρ, ὅτι «Καὶ τῷ Ἀβραὰμ εὖ ἐχρήσαντο δι' αὐτὴν,» δῆλον δὲ, ὅτι τὴν Σάῤῥαν, «καὶ ἐγένοντο αὐτῷ, πρόβατά τε καὶ μόσχοι, καὶ ὄνοι, καὶ παῖδες, καὶ παιδίσκαι, καὶ ἡμίονοι, καὶ κάμηλοι.» Πλεονεκτῶν γὰρ ἡμᾶς εἰς τὰ καιριώτατα, καὶ οἱονεὶ γονῆς τε καὶ εὐκαρπίας ἀποστερῶν ἐλευθέρας ὁ Σατανᾶς, καὶ ταῖς ἰδίαις ὕβρεσι καὶ ἀσελγείαις τὸν εὐγενῆ νοῦν ὑποφέρων ἐκ πλεονεξίας, τῇ τῶν ἐπιγείων τέρψει καταδεσμεῖ. ∆ιελήλακε δὲ μανίας εἰς τοῦτό ποτε, ὡς καὶ αὐτῷ τὴν πεῖραν καθεῖναι τῷ Χριστῷ. «Ἀναγαγὼν γὰρ αὐτὸν,» φησὶν, «ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης, ἐν στιγμῇ χρόνου, καὶ εἶπεν αὐτῷ ὁ διάβολος· Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν, καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδονται, καὶ ᾧ ἐὰν θέλω, δίδωμι αὐτά. Σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιόν μου, ἔσται σοι πάντα.» {ΠΑΛΛ.} Ἔχει μὲν ὀρθῶς. Πλὴν ἐρομένῳ, φράσον. Τίς ἂν γένοιτο τοῖς παθοῦσιν ἢ ὄνησις ἤγουν ἡ ἐπικούρησις; {ΚΥΡ.} Θεὸς, ὦ γενναῖε, καὶ ἡ παρ' αὐτοῦ χάρις, οὐ μέχρι παντὸς ἐφιεῖσα τὸν ἠσθενηκότα νοῦν ὑπὸ πόδας εἶναι διαβολικοὺς, ἀλλὰ ὑπερασπίζουσά τε καὶ ἐξαιρουμένη, τὸν οὐδὲν ἐπαμύνειν ἑαυτῷ δυνάμενον. Ἴδοις δ' ἂν, εἰ βούλοιο, τουτὶ γεγονὸς καὶ ἐπὶ τοῦ προπάτορος Ἀβραάμ. Ἀπειρηκότος γὰρ τοῦ δικαίου, καὶ δρᾷν οἵου τε παντελῶς οὐδὲν, μέσος ἐχώρει Θεὸς, καὶ τῆς Αἰγυπτίων ἀσελγείας τὸ γύναιον ἠλευθέρου. «Ἤτασε γὰρ Κύριος τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς, καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάῤῥας τῆς γυναικὸς Ἀβραάμ.» Ἠφίει δὲ οὕτω μόλις ὕβρεως ἐλευθέραν τὴν τῷ δικαίῳ συνῳκισμένην. Θεὸς οὖν ἄρα καὶ μόνος ἐξέλοιτο ἂν ἐκ τῆς τοῦ διαβόλου χειρὸς τὸν ἐναλόντα νοῦν, καὶ εἰς εὐκοσμίαν αὐτὸν ἀναστρέψει τὴν ἐν ἀρχαῖς. {ΠΑΛΛ.} Ἐνδείᾳ δὴ οὖν τῇ τῶν ἄνωθεν ἀγαθῶν κατωθούμενοι κάτιμεν ἐσθ' ὅτε πρὸς τὰ αἰσχρὰ καὶ βδελυρά. {ΚΥΡ.} Οὕτω φημί. {ΠΑΛΛ.} Ἀλλ' ἔστι που πάντως τῷ φιλαγάθῳ πρέπον Θεῷ, τὸ μηδενὶ τῶν τοιούτων ἐᾷν περιπίπτειν ἡμᾶς. {ΚΥΡ.} Πρέπον μὲν ὅτι μάλιστα τουτὶ Θεῷ, καὶ θελητόν γε, ὦ τᾶν· εἴη γὰρ ἂν ἥκιστα μὲν ἀγαθὸς, φιλάρετος δὲ οὐ λίαν, εἰ μὴ τοῦτον ἔχοι πρὸς ἡμᾶς τὸν σκοπόν. Παραίτιοι δὲ τοῦ παθεῖν ἑαυτοῖς ἡμεῖς, παραθήγοντες εἰς ὀργὰς τὸν τῶν ὅλων ∆εσπότην· ἐνίησι γὰρ οὕτω πρὸς ἀσθενῆ τε καὶ ἄνανδρον νοῦν. Ἢ οὐχὶ βοῶντος ἀκούεις δι' ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν, καὶ ἀσθενήσουσιν ἐν αὐτῇ πατέρες καὶ υἱοί· γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται;» Γράφει δὲ περί τινων καὶ ὁ σοφώτατος Παῦλος· «Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοῦς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα.» Τρανώτερον δὲ τουτὶ καὶ ὁ θεσπέ 68.156 σιος Ἡσαΐας καθίστησι, λέγων, ὡς ἐκ προσώπου τῶν υἱῶν Ἰσραὴλ, ἤγουν τῶν ὠλισθηκότων εἰς ἁμαρτίας· «Ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν.» {ΠΑΛΛ.} Ἆρ' οὖν, εἰπέ μοι, καταῤῥᾳθυμοῦντες ἡμεῖς τοῦ πρέποντος καὶ ταῖς ἁμαρτίαις ἁλισκόμενοι, προσρίψομεν τὴν αἰτίαν τῷ Θεῷ, καὶ ἐγκαλέσομεν αὐτῷ τὴν ὀργὴν, ὡς διὰ τοῦτο ἡμαρτηκότες; {ΚΥΡ.} Ἐπαιτιασόμεθα μὲν οὐχὶ, μανία γὰρ τοῦτό γε· φάσκοντες δὲ, ὅτι «Σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν,» τοιοῦτόν τι νοοῦμεν· Ὡς εἰ μὴ τὸ σὸν ἔχοιμεν εὐμενὲς, ὦ ∆έσποτα, τὸ ἀπεῖργον οὐδὲν, τυραννεῖσθαι μὲν ὑπὸ ἁμαρτίας, διὰ τὸ τῆς ἡμετέρας φύσεως ἀσθενὲς, παντὶ δὲ λοιπὸν ἐνέχεσθαι κακῷ. {ΠΑΛΛ.} Συνίημι ὃ φῄς. {ΚΥΡ.} Φροντίδος οὖν ἅμα καὶ μὴν καὶ φειδοῦς τῆς ἄνωθεν ἀπαμφιεννύμενοι, καὶ τῆς εἰς ἄγαν ἐξιτηλίας, καὶ τῶν εἰς τὸ φαῦλον ἀσχέτων ἀπονευμάτων πραττόμενοι δίκας, ἀσθενεῖς καὶ εὐάλωτοι, καὶ τί γὰρ οὐχὶ τῶν