De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
εὐωδίας ἀναφέροντες τῷ Θεῷ. ∆αμάλεις δὲ ἦσαν δύο, κριοὶ πέντε, τράγοι πέντε, ἀμνάδες πέντε. Καὶ μόσχος μὲν, ὁ Χριστὸς, δαμάλεις δὲ αὖ ἡμεῖς, καὶ λόγος ὁ ἐπ' ἀμφοῖν, οὐκ ἀσύμφυλος, ἀληθὴς δὲ μᾶλλον καὶ ἐναργής· ἡγεμονικώτατον γὰρ ἀεί πως τὸ ἄρσεν ἐστὶ, καὶ ἐν τιμῇ καὶ δόξῃ τῇ παναρίστῳ παρὰ Θεῷ, καὶ μάρτυς ἡ φύσις, ὁμολογοῦσα τὸ χρῆμα. Μεῖον δὲ καὶ ὑπεστρωμένον τὸ θῆλυ, καὶ οἱονεὶ κατόπιν ἰὸν τῆς ἀρσένων ἀλκῆς τε καὶ δόξης. Ἔστι δὴ οὖν ἐν ἄρσενι μόσχῳ, καθηγητὴς μὲν ἡμῶν ὁ Χριστὸς, ὑπεζεύγμεθα δὲ ὥσπερ ἡμεῖς καὶ ἐν πολλῷ μείονι παρ' αὐτὸν ἀλκῇ τε καὶ δόξῃ, καὶ, ἀσύγκριτον τὸ μεσολαβοῦν. Εἰ γὰρ καὶ γέγονε καθ' ἡμᾶς, 68.713 ὁμοειδὴς γὰρ τῷ μόσχῳ δάμαλις, ἀλλ' ἐν πολλῇ λίαν 68.713 ὑπεροχῇ τὰ αὐτοῦ. «Τίς γὰρ ὁμοιωθήσεται τῷ Θεῷ ἐν υἱοῖς Θεοῦ;» καθ' ἡμᾶς γὰρ ὁμοῦ καὶ ὑπὲρ ἡμᾶς ὁ Χριστὸς ἐν ὑπεροχῇ θεότητος, εἰ καὶ γέγονε σάρξ. ∆ύο γε μὴν αἱ δαμάλεις, εἰς τύπον, οἶμαί που, τῶν δύο λαῶν, συνδεδραμηκότων εἰς ἕνα τὸν ἀπ' ἀμφοῖν, συνείροντος εἰς ἑνότητα τὴν πνευματικὴν διὰ πίστεως τοῦ δι' ἡμᾶς τε καὶ μεθ' ἡμῶν. Κριοὶ δὲ πάλιν καὶ ἀμνοὶ ἰσάριθμοι, χίμαροί τε οὐχ ἥττους, τῶν πιστευόντων πληθὺν ὑπεμφαίνοντες, τὴν ὡς ἐν πέμπτῳ, φημὶ, συνενηνεγμένην καιρῷ, καθ' ὃν ἡ ἐπιδημία τοῦ λέγοντος, «Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Σημαίνεται δὲ τῶν πεπιστευκότων διὰ μὲν τῶν κριῶν τὸ ὡς ἐν φρονήσει τέλειον, καὶ τῆς νοητῆς ἡλικίας, δῆλον δὲ ὅτι τῆς ἐν Χριστῷ, τὸ ἀρτίως ἔχον, διὰ δὲ τῶν ἀμνῶν τὸ ὡς ἐν ἁπλότητί τε καὶ ἀκακίᾳ· «Μὴ» γὰρ δὴ, φησὶν, «ἀδελφοὶ, παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε·» διὰ δὲ τῶν ὑπὲρ ἁμαρτίας χιμάρων, τὸ ἀεὶ δεῖσθαι καθαρισμοῦ καὶ πλημμελημάτων ἀφέσεως. Τοιγάρτοι καὶ δεδιδάγμεθα λέγειν ἐν προσευχαῖς· «Ἄφες ἡμῖν τὰ παραπτώματα.» Οὐ γάρ ἐστι καιρὸς, ὅτε μὴ βοᾷν ἀναγκαῖον τοῖς ὡς ἀληθῶς ἀρτίφροσι, καὶ τῆς ἀνθρωπείας φύσεως εἰδόσι τὸ ἄναλκι, καὶ, «Παραπτώματα τίς συνήσει;» καὶ, «Ἐκ τῶν κρυφίων μου καθάρισον με.» Τοῦτο θυσία πνευματικὴ, σωτηρίας τε πέρι τῶν ἡμετέρων ψυχῶν εὐωδιάζουσα τῷ Θεῷ. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Χριστὸν οὖν ἔφην, ὡς ἔν γε τῷ μόσχῳ καὶ τοῖς κριοῖς, ἀμνοῖς τε καὶ τράγοις, καὶ τοῖς ἑτέροις κατασημαίνεσθαι, καὶ ἀφαμαρτεῖν τοῦ πρέποντος οἰηθείην ἂν οὔτι που τὸν ἐπὶ τῷδε λόγον. Εἰ δὲ δή τις ἕλοιτο καὶ ἐφ' ἡμᾶς αὐτοὺς τὴν τῶν ἐννοιῶν μετακομίσαι δύναμιν, τὸ λυποῦν οὐδὲν, τοιαύτην τινὰ θεωρίαν τοῖς προκειμένοις ἐπενεγκεῖν. {ΠΑΛΛ.} Ὁποίαν δὴ φῄς; {ΚΥΡ.} Προσεκομίζοντο κατὰ τὸν νόμον παρὰ παντὸς Ἰσραὴλ τὰ ἱερὰ θύματα. Προσεχεῖτο δὲ τῷ θείῳ θυσιαστηρίῳ τῶν σφαζομένων τὸ αἷμα, μονονουχὶ καταγράφοντος ὡς ἐν σκιᾷ τοῦ δρωμένου, καὶ πλαγίως ἡμῖν ὑπεμφαίνοντος, ὅτι Θεῷ τῷ ἁγίῳ τὰς ἑαυτῶν ἡμῶν καθιεροῦν προσήκει ψυχάς. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Οὐκοῦν ἀνθ' ἠμῶν καὶ ὑπὲρ ἡμῶν τὰ θύματα, καὶ ἡμεῖς ἐσμεν ἐν αὐτοῖς οἱ κατὰ τύπον ἱερουργούμενοι. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Φέρε δὴ οὖν πολυπραγμονοῦντες ὀρθῶς τὰ ὡς παρὰ πάντων προσκεκομισμένα διὰ τῆς τῶν ἡγουμένων χειρὸς, τῆς ἐν πνεύματι θεωρίας τὸ κάλλος περιαθρήσωμεν. Ἦν οὖν ἄρα τὰ προσενηνεγμένα ἐν ἀργυροῖς σκεύεσι, τρυβλίῳ, φημὶ, καὶ φιάλῃ, σεμίδαλις ἐλαιοβρεχής. Σύμβολον δὲ λαμπρότητος μὲν 68.716 ὁ ἄργυρος, ζωῆς δὲ ἡ σεμίδαλις, ὡς ἄρτου γένεσις τοῦ συνέχοντος εἰς ζωὴν, ἱλαρότητος δὲ τὸ ἔλαιον. Προσαγέσθω δὴ οὖν καὶ πρός γε ἡμῶν αὐτῶν τῷ ἐπὶ πάντων Θεῷ τὸ ὡς ἐν λαμπρότητι ζωῆς ἱλαρὸν, ἐλπίδι τῇ ἐν Χριστῷ. «Τῇ γὰρ ἐλπίδι χαίροντες,» φησί. Πῶς δ' ἂν εἶεν οὐχὶ τῆς ἀνωτάτω θυμηδίας ἔμπλεῳ, τὸ ἐν ζωῇ τε καὶ πολιτείᾳ περιφανὲς ἐξησκηκότες εὖ μάλα τῶν τοῦ Σωτῆρος ἡμῶν ἐνταλμάτων οἱ φύλακες; οἷς πάντη τε καὶ πάντως τὸ ἐν μεθέξει γενέσθαι τῆς δόξης αὐτοῦ τεθησαύρισται παρὰ Θεῷ. «Ἀπεθάνετε γὰρ, φησὶ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.» Οὐκοῦν ἡ σεμίδαλις ἐλαιόδευτος. Ἔνεστι γὰρ τῇ τῶν ἁγίων ζωῇ καὶ τὸ ὡς ἐν ἐλπίδι δόξης ἱλαρὸν, μετὰ λαμπρότητος