De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἀφαγνίσασθαι τῷ Θεῷ κατὰ τὴν μεγάλην εὐχὴν, τουτέστι κατά γε τὸν τῆς ἀνωτάτω πολιτείας τρόπον, καὶ δικαιοσύνης ἐντελοῦς ὀρθὴν καὶ ἀμώμητον τρίβον, οἴνου καὶ σικέρατος οἰχέσθω μακρὰν, τουτέστι, παντὸς τοῦ καταμεθύσκειν ἰσχύοντος, καὶ καταθολοῦν εἰωθότος, ἀπαλλαττέτω τὸν νοῦν. Εἶεν δ' ἂν, οἶμαι, ταυτὶ φρόνημα κοσμικὸν, γεώδεις ἐπιθυμίαι, μέριμναι σαρκὸς, εἰκαῖοι περισπασμοί· ταῦτά τοι παθόντας τῶν ἱερέων τινὰς λόγος ἐθρήνει προφητικὸς, ὡδί πως ἔχων· «Ὅτι ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸν οἶνον, ἀπὸ τῆς μέθης τοῦ σίκερα.» Καὶ μὴν καὶ περὶ ἑτέρων ὁ 68.1044 προφήτης φησίν· «Ἐκ γὰρ ἀμπέλου Σοδόμων, ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας, ἡ σταφυλὴ αὐτῶν, σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν, θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν.» Ποτίζειν δὲ λέγονται καὶ ἕτεροί τινες τὸν πλησίον, ἀνατροπὴν θολεράν. Ἐξείργει δὴ οὖν παντὸς τοῦ καταμεθύσκειν εἰδότος τῶν ἡγιασμένων τὸν νοῦν. Καὶ μέν τοι καὶ ὄξους ἀμέτοχον εἶναι δεῖν εὖ μάλα φησὶν, ὄξος, οἶμαί που, τὰς παρὰ φύσιν τε καὶ ἐκτετραμμένας ὀνομάζων ἡδονάς. Σταφίδος δὲ καὶ γιγάρτων ἀπαγορεύει χρῆσιν, οὐδ' ὅσον εἰπεῖν εἰς ἀρχαῖα λείψανα τῶν ἐν ἡμῖν ἡδονῶν, καθικνεῖσθαί που τὸν νοῦν ἐφιείς. Οἶνος μὲν δὴ καὶ πάντα τὰ ἐξ αὐτοῦ διαβέβληνται νόμῳ, ταυτησὶ, καθάπερ ἐγᾦμαι, καὶ οὐχ ἑτέρας ἕνεκα τῆς αἰτίας. Τί δ' ἂν εἴη λοιπὸν καὶ τό γε δὴ χρῆναι μακρὰν τῷ Θεῷ καθεῖναι τὴν κόμην, φέρε δὴ λέγομεν, ἐκεῖνο τῶν ἄλλων προηγορευκότες. Ἑλλήνων μὲν γὰρ ἀνούστατοι παῖδες, ταῖς παρὰ φύσιν αὐτοῖς ἑπόμενοι συνηθείαις, καὶ κτηνῶν ἀλόγων διαβιοῦντες δίκην, ἀνίεσαν κόμην, δαιμονίοις αὐτὴν σκηπτόμενοι τρέφειν· καὶ ὁ μέν τις αὐτὴν νύμφαις ὀρειάσιν, ὁ δεῖνα δὲ αὖ ποταμῷ κατὰ καιροὺς ἀπεκείροντο· καὶ λατρείας ἦν τρόπος τὸ χρῆμα αὐτοῖς. Μωσῆς γε μὴν ὁ σοφώτατος, μᾶλλον δὲ διὰ Μωσέως ὁ πάνσοφός τε καὶ ἀριστοτέχνης Θεὸς, δυσαπόνιπτον ἔχουσι τοῖς ἐξ Ἰσραὴλ τὴν ἐν Αἰγύπτῳ πλάνησιν, τὰ ἴσα νομοτεθεῖ, διὰ τῶν ἀρχαίων ἠθῶν τε καὶ τρόπων κατὰ βραχὺ μεθιστὰς, εἴς γε τὸ δαίμοσι μὲν οὐκέτι, Θεῷ δὲ τῷ πάντων, ὡς διὰ τύπου καὶ σκιᾶς, ἀνάπτειν τὸ σέβας. Τοιγάρτοι καὶ τοὺς περὶ τῶν θυσιῶν ἐτίθει νόμους, καὶ τὰς δι' αἵματος θυσίας ἀνεθελήτως ἐδέχετο. Καὶ γοῦν ἔφασκεν ἐναργῶς διὰ φωνῆς Ἡσαΐου, «Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;» Οὐκοῦν συνήθεια μὲν ἀλογωτάτη παρ' Ἕλλησιν ἦν, διδάσκει δὲ τὰ ἀμείνω καὶ καταρυθμίζει λόγῳ πρὸς τὸ εὖ ἔχον ὁ νόμος, καὶ τὸ εἰκαῖον εἶναι δοκοῦν. Βούλει δὲ, ὡς ἔνι, καὶ τὰ ἐφ' ἑκάστῳ λέγωμεν; {ΠΑΛΛ.} Μάλιστά γε. {ΚΥΡ.} Ἢ οὐκ οἶσθα, μεμνήσομαι γὰρ, εἰς νοῦ τύπον ὁ λόγος ἐτίθει τὴν κεφαλὴν, ὡς ἐνδιαίτημα νοῦ; ∆έχεται γὰρ οὕτως ἡ θεόπνευστος Γραφή. {ΠΑΛΛ.} Σύμφημι· τί οὖν τοῦτό γε; {ΚΥΡ.} Ὅτι τρίχες μὲν, καρποὶ κεφαλῆς, καὶ ἐμφύτων βλαστημάτων ἀνίσχουσι δίκην· ἔννοιαί γε μὴν, καὶ τὰ ἐκ νοῦ πάντα, καρπὸς ἂν εἶεν αὖ νοῦ, νόμον ἡμῖν ἀναβρύουσαι, καὶ οἱονείπως αὐτῷ καλή τε καὶ εὐανθὴς ἐμπρέπουσα κόμη. Χρὴ τοιγαροῦν ἡμᾶς, οὐ γυμνὸν καὶ ἐψιλωμένον ἐννοιῶν ἀγαθῶν ἐν ἑαυτοῖς ἔχειν τὸν νοῦν, ἀλλ' οἱονεὶ βρύοντα καὶ κομῶντα Θεῷ τὴν ὁτιοῦν τῶν ἀρίστων εἴδησιν ἀκριβῆ, δι' ἧς καὶ αὐτὸ τὸ θεῖον, ὅ τί ποτέ ἐστι, περιεργάσεται κάλλος, καὶ περιαθρήσει λαμπρῶς τὰ ὡς ἐν βάθει κεκρυμμένα, καὶ τοὺς τῆς ἄγαν ὀρθότητος καταπλουτήσει λόγους, ὡς ἀνυπαίτιον παντελῶς τὴν ἐπὶ Θεῷ δύνασθαι γνῶσιν ἑλεῖν, καὶ ἀπλανεστάτην ἰέναι τρίβον, τὴν ἐφ' ἅπασι λέγω τοῖς τεθαυμασμένοις. Ἢ οὐκ εἰς λῆξιν 68.1045 ἐπαίνου παντὸς διᾴττειν ἤδη πως τόν γε τοιοῦτον ἐρεῖς; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Τί δὲ, οὐχὶ τὸ ξυρᾶσθαι καὶ καταψιλοῦσθαι τὴν κεφαλὴν τεμνομένης ἐν Χριστῷ [γρ. Χρωτὶ] τῆς τριχὸς, ἀτιμίας ὑπόληψιν ἐργάσαιτ' ἂν, οἷσπερ ἂν ὅλως συμβαίνοι τυχὸν, ἰέναι; {ΠΑΛΛ.} Συνίημι. {ΚΥΡ.} Εἰ γὰρ Θεοῦ λέγοντος πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, φημὶ δὲ τὴν Ἱερουσαλὴμ, «Ξύρησαι καὶ κεῖρε ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου. Ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετὸς, ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ.» Ὑβρίστρια γὰρ καὶ ἀτιμοποιὸς ἡ ξύρησις, καὶ τοῖς πενθοῦσι πρεπωδεστάτη.