De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
λοιπὸν τοὺς οἴκοι πόνους, οἷς καὶ τῶν παραυτίκα τερπνῶν ἡ αἴσθησις ἡδεῖά πως ἦν αὐτοῖς. ∆ιέρποντος δὲ τοῦ χρόνου, τὸν ἀκλεᾶ τῆς δουλείας ὑποτρέχει ζυγὸν, ἡ ἄνωθέν τε καὶ ἐκ πατέρων εὐγενὴς καὶ ἐλευθέρα πληθύς. Οὐκοῦν εἰ προσείη μετ' εὐημερίας κοσμικῆς τὸ προσπίπτειν εἰς τὰ αἰσχίω, παραιτητέον, ὦ τᾶν, εἴπερ ἐστὶ παρ' ἡμῖν ἐν λόγῳ τὸ ἐλεύθερον, βδελυρόν τε καὶ ἀπηχθισμένον τὸ δουλοπρεπὲς χρῆμά τε καὶ φρόνημα. {ΠΑΛΛ.} Ἄριστα ἔφης. {ΚΥΡ.} Τί δὲ, οὐχὶ κἀκεῖνό φαμεν, οὐ μετρίαν ὥς γέ μοι δοκεῖ τοῖς ἀρτίως ἡμῖν εἰρημένοις συνωδίνον τὴν ὄνησιν; {ΠΑΛΛ.} Τὸ ποῖ τί φῄς. {ΚΥΡ.} Ῥαψάκης ὁ Βαβυλώνιος τῶν Ἀσσυρίων στρατηγὸς, ἀριθμοῦ κρείττονα δορυφόρων ποτὲ πληθὺν ἐπεσύρετο, ἧκέ τε πολιορκήσων, μᾶλλον δὲ, καὶ λίαν ἀμογητὶ, πᾶσαν ἐκ βάθρων αἱρήσειν ὑπειληφὼς τὴν ἁγίαν πόλιν. Εἶτα προεσάλευε τῶν ὅπλων τὴν οὐκ ἀμελέτητον αὐτῷ, κατειθισμένην δὲ σφόδρα κατὰ τοῦ Θεοῦ γλωσσαλγίαν. Μυρία δὲ ὅσα παλίμφημα λέγων, προσεπεφώνει τὸ τελευταῖον τοῖς τὴν ἁγίαν οἰκοῦσι πόλιν· «Τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων· Εἰ βούλεσθε εὐλογηθῆναι, πορεύεσθε πρὸς μὲ, καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτοῦ, καὶ τὰς συκᾶς αὐτοῦ, καὶ πίεσθε ὕδωρ τοῦ λάκκου ὑμῶν, ἕως ἂν ἔλθω, καὶ λάβω ὑμᾶς εἰς γῆν, ὡς ἡ γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτων καὶ ἀμπελώνων.» Ἄθρει δὴ οὖν ὅτι καὶ αὐτὸς ἐπαγγέλλεται τὴν ἐπ' ἀμπέλῳ τε καὶ συκῇ τρυφήν τε καὶ τέρψιν προσετίθει δὲ, ὅτι «Καὶ πίεσθε ὕδωρ τοῦ λάκκου ὑμῶν.» {ΠΑΛΛ.} Ἀλλὰ τί ἂν βούλοιτο ταῦτα δηλοῦν, εἰ πρὸς θεωρίαν ἄγοιτο τὴν πνευματικήν; {ΚΥΡ.} Κατὰ διττὸν οἶμαι τρόπον ἡ τῆς φαυλότητος ἐν ἡμῖν ἀποπεραίνεται δύναμις. Ἢ γὰρ ταῖς θύραθεν ἡδοναῖς, ἢ ταῖς ἐμφύτοις καὶ ἐν ἡμῖν, ὑπό τε σφῶν αὐτῶν, καὶ μὴν καὶ ἑτέρων, ἐντρυφᾷν ἀναπειθόμενοι, πρὸς πᾶν ὁτιοῦν τῶν ἀπηχεστάτων, διωλισθηκότες ἁλοῖεν ἂν, οἱ πρὸς ἁμαρτίαν εὔκολοι. Ἐκδείξειε δ' ἂν καὶ τοῦτο ἡμῖν ὡς ἔστιν ἀληθὲς, τοῦ Σωτῆρος ὁ μαθητὴς, ὡδίπη λέγων, «Ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία 68.164 τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου.» Ἔμφυτος γὰρ καὶ ἐν ἡμῖν αὐτοῖς ἐῤῥιζωμένη καὶ μένουσα τῆς σαρκὸς ἡ ἐπιθυμία, νόμον δὲ αὐτὴν ἁμαρτίας, καὶ ὁ θεῖος ἡμῖν ὠνόμαζε Παῦλος, ἐνοικοῦντα τοῖς μέλεσι τῆς σαρκός. Τέρψεις δὲ καὶ ἡδοναὶ θύραθέν τε καὶ εἰσπεποιημέναι, τὰ δι' ὀμμάτων. Θαυμάζεται γὰρ τὰ ἐκ πλούτου δι' ὀφθαλμῶν, καὶ μὴν καὶ εὐιματίαι, καὶ τὰ οἷς ἂν προσκέοιντό τινες, ὡς ἡδίστην ἔχοιεν τὴν ἀπόλαυσιν, ψῆφον αὐτοῖς οὐκ ἀγεννῆ δωρούμενοι. Οὐκοῦν, ἄμπελος μὲν καὶ συκῆ, τῆς ἔξωθέν τε καὶ εἰσπεποιημένης τέρψεώς τε καὶ τρυφῆς εἶεν ἂν εἰς τύπον ὁμοῦ τῶν ἐν κόσμῳ πραγμάτων τὸ πρόσκαιρόν τε καὶ εὐμάραντον ἀστείως καταδεικνύουσαι, καὶ σὺν τῷδε τὸ γλυκὺ μετὰ τοῦ σκοτοῦν εἰωθότος. Τρυφὴ μὲν γὰρ ἅπασα κοσμικὴ, γλυκεῖαν μὲν ἔχει τὴν παραυτίκα μέθεξιν, σκοτεῖ δὲ δὴ λίαν καὶ ἐκμεθύσκει δεινῶς τὸν εἰσδεδεγμένον αὐτήν. Εἰκὼν δὲ ὁ λάκκος τῶν ἐμφύτων τε καὶ ἐν ἡμῖν κινημάτων. Οὐ γὰρ εἰσπεποίηται ταυτὶ καθάπερ ἐκεῖνα, πηγάζει δὲ ὥσπερ ἐν ἡμῖν, ἐξ αὐτῆς ἀναβρύοντα τῆς σαρκός. Τούτων οὖν ἁπάντων φυσικῶν τε καὶ ἐπακτῶν, ἐλευθέραν ἡμῖν τὴν μέθεξιν, καὶ πλατεῖαν κομιδῇ τὴν ἀπόλαυσιν, ἔσεσθαί φασιν αἱ πονηραὶ δυνάμεις, εἰ καθάπερ ἁγίαν καὶ ἀκατάσειστον καταλελοιπότες πόλιν, τὴν ἐγκράτειαν, προσχωρήσαιμεν τῷ βασιλεῖ Βαβυλῶνος, ὃς ἦν ἐν τύπῳ τοῦ Σατανᾶ. Ἀλλ' ὁ μὲν Ῥαψάκης, τὸ παραυτίκα τερπνὸν, ἀνεῖ-ναί τε αὐτοῖς καὶ ἐπιδώσειν ἐπηγγέλλετο προσκεχωρηκόσι τοῖς Βαβυλωνίοις. Οἱ δὲ οὐκ ἐπείθοντο φρονοῦντες ὀρθῶς, ἕψεται γὰρ πάντως τῷ θέλειν ἑλέσθαι τὰ κοσμικὰ, τὸ χρῆναι πεσεῖν εἰς ἀνεθέλητον δουλείαν, καὶ ἐν δορυκτήτων γενέσθαι τάξει. {ΠΑΛΛ.} Ἀτρεκὴς ὁ λόγος. Τίς δ' ἂν γένοιτο τούτων ἡ λύσις, ὡς ἥδιστα ἂν ἐρομένῳ φράσον. {ΚΥΡ.} Τίς δ' ἂν ἑτέρα παρὰ τὴν ἐναντίως ἔχουσαν τῇ πρώτῃ καὶ ἐν ἀρχαῖς; Ῥοπαῖς γὰρ ἰδίων ἀπονεύοντες θελημάτων, ἐπὶ τὸ βιοῦν ἐθέλειν αἰσχρῶς, καὶ τῆς ἀμωμήτου πολιτείας τὴν ἀστειότητα παρωθούμενοι, πρὸς ἀγεννῆ καὶ ἀνδραποδώδη πεπτώκαμεν νοῦν,