De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
καὶ ἑτοιμοτάτη λίαν προσκείσεται θήρα τοῖς ἐθέλουσιν ἑλεῖν. Πόλεως δὲ ὥσπερ ἁγίας ἐξωθούμενος τῆς ἐν ἀρχαῖς εὐκοσμίας, κατοιχήσεται λοιπὸν ὥσπερ ἐξ ἀναγκαίου ζυγοῦ, πρὸς τὸ τοῖς κρατοῦσι δοκοῦν, καὶ μακρὰν ἔσται Θεοῦ, κατά γε τὸν τῆς διαθέσεως τρόπον, μετοικισμὸν ὑπομένων τὸν εἰς Βαβυλῶνα, τοῦτ' ἔστι, τὰ ἐπέκεινα τερμάτων γῆς ἁγίας, ἐν ᾗ γνωστὸς ὁ Θεὸς, καὶ μέγα τὸ ὄνομα αὐτοῦ. Τοιγάρτοι διακεκράγασιν οἱ τὸν οὕτω σκληρὸν ὑπομένοντες πόνον, καὶ εἰς χεῖρας πεσόντες ἐχθρῶν, καὶ τὴν παρ' ἐκείνοις δίαιταν, ὡς ἀνδραποδώδη καὶ οἰκετικὴν οὐ φέροντες· «Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν, ἐν τῷ μνησθῆναι ἡμᾶς τὴν Σιών.» Νοσεῖ γὰρ οἶμαί τι τοιοῦτον ὁ ἀνθρώπινος νοῦς. {ΠΑΛΛ.} Τὸ τί δὴ φῄς; 68.160 {ΚΥΡ.} Ῥᾴθυμος μὲν γὰρ καὶ ἀναπεπτωκὼς ἀεί πως ἐστὶν εἰς ἐπιθυμίαν τῶν ἐν χερσὶν ἀγαθῶν, ἐφίεται δὲ οὐ λίαν ὧνπερ ἂν ἔχοι τὴν ἐξουσίαν. Εἰ δὲ δή τις γένοιτο μετάκλησις ἐπὶ θάτερα, καὶ ὧν ἂν ἔχοι λαμπρῶν ἡττᾶσθαι παρῇ, τότε δὴ μόλις αἰσθάνεται παθὼν, ὃ παντὶ δὴ σθένει διακρούεσθαι ἐχρῆν, καὶ οὐ διὰ πείρας ἥκειν ἐᾷν προαναιροῦντα τὴν ἔφοδον. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Ἀναγκαῖον οὖν ἄρα, καὶ σοφὸν, καὶ τῶν ὅ τι μάλιστα λυσιτελεστάτων τὸ προαναιρεῖν εὖ μάλα τὰ μοχθηρὰ, καὶ τῆς ἀβουλήτου θητείας τὴν ἔφοδον, καὶ προαπονεύειν πειρᾶσθαι γοργῶς τὰ, ὧν εἰ γένοιτο πρὸς πεῖραν ἐλθεῖν, ἐν παντὶ κεισόμεθα κακῷ. {ΠΑΛΛ.} Ὧδε ἔχει. {ΚΥΡ.} Καὶ εἰ μὲν ἐκ θείας ὀργῆς ὁ τῆς ἀναγκαίας δουλείας ἡμῖν ἐπιφέροιτο ζυγὸς, καὶ μὴν καὶ τὸ δεῖν εἰς ἀδόκιμον καθικέσθαι νοῦν, ἀντιφέρεσθαι μὲν οὐ ῥᾷον. Φαίην δ' ἂν εἶναι χρήσιμον, κἂν γοῦν τὸ διαμεμνῆσθαι μόνον ἐξ οἵων εἰς οἷα μετακεκλίσθαι, καὶ κατολοφύρεσθαι πικρῶς τὴν παράβλεψιν, καὶ τῆς ἄνωθεν ἐπικουρίας τὴν σπάνιν· «Ἡ γὰρ, κατὰ Θεὸν λύπη, μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται.» Θείας δὲ ἡμῖν οὐκ ἀπηρτημένης ὀργῆς, ἀλλ' ἐνὸν ἐπ' ἐξουσίας ἑλέσθαι τε καὶ δρᾷν τὸ δοκοῦν, καὶ τὴν ἐπ' ἄμφω ῥοπὴν, τήν τε εἰς τὸ φαῦλον, φημὶ, καὶ τὴν εἰς τὸ ἀγαθὸν, ἀνειμένην πως ἔτι καὶ ἀκαταβίαστον παντελῶς διακεκτῆσθαι παρὸν, παραιτητέον γεννικῶς τὸν ὡς ἐν φαυλότητι μαλακισμὸν, οἶμαι δὲ δεῖν ἀποσείεσθαι φιλεῖν τὰς ἐπ' ἐχθροῖς ἡδονὰς, καὶ τὸ ὑπὸ χεῖρα πράττειν ἐχθρῶν, οἳ κατάρχειν λέγονται τοῦ αἰῶνος τούτου. Κἂν εἰ προσίοι τὸ τυχὸν εὐημερίας οὐκ ἀμοιροῦν, εὐημερίας δέ φημι τῆς ἐν κόσμῳ τετιμημένης, εἰς αἰσχρὸν γὰρ πάντως καὶ ἀκαλλὲς καταστρέφει τέλος. {ΠΑΛΛ.} Πῶς ἔφης; {ΚΥΡ.} Βούλει λέγωμεν ἐξ ἀρχαίων ἑλόντες παραδειγμάτων; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Λιμοῦ κατατήκοντος τοὺς ἀνὰ πᾶσαν, ὡς ἔπος εἰπεῖν, τὴν γῆν, καθικέσθαι πρὸς Αἰγυπτίους τοὺς ἐξ Ἰακὼβ ἐδόκει, νεανίαι δὲ ἦσαν τὸν ἀριθμόν που δέκα, καὶ ὁ τῆς ἀποδημίας σκοπὸς, τὸ ἐκπρίασθαι τροφὰς, καὶ ἕτερον ἦν οὐδέν. Ἐπειδὴ δὲ ἧκον εἰς τοῦτο καὶ κατεγνωρίζοντο λοιπὸν ὡς ἀδελφοὶ, σιτοδοτοῦντος τότε καὶ ἐξάρχοντος τῆς Αἰγυπτίων τοῦ Ἰωσὴφ, εἰς οὖς τὸ πραχθὲν ἐδέχετο Φαραὼ, «Καὶ εἶπε,» φησὶ, «Φαραὼ πρὸς Ἰωσήφ· Εἶπον τοῖς ἀδελφοῖς σου· Τοῦτο ποιήσατε· Γεμίσατε τὰ πυρεῖα ὑμῶν, καὶ ἀπέλθετε εἰς γῆν Χαναὰν καὶ παραλαβόντες τὸν πατέρα ὑμῶν, καὶ τὰ ὑπάρχοντα ὑμῶν, ἥκετε πρὸς μὲ, καὶ δώσω ὑμῖν πάντων τῶν ἀγαθῶν Αἰγύπτου, καὶ φάγεσθε τὸν μυελὸν τῆς γῆς. Σὺ δὲ ἔντειλαι ταῦτα, λαβεῖν αὐτοὺς ἁμάξας ἐκ γῆς Αἰγύπτου, τοῖς παιδίοις ὑμῶν καὶ ταῖς γυναιξὶ, καὶ ἀναλα 68.161 βόντες τὸν πατέρα ὑμῶν παραγίνεσθε, καὶ μὴ φείσησθε τοῖς ὀφθαλμοῖς τῶν σκευῶν ὑμῶν· τὰ γὰρ πάντα ἀγαθὰ Αἰγύπτου ὑμῖν ἔσται.» Ὁ μὲν οὖν τῆς Αἰγυπτίων ἡγούμενος αὐτοῖς ἀνάπαυλαν καὶ τρυφῇ καταπιαίνειν εὖ μάλα κατεπηγγείλατο, καὶ μὴν καὶ ἁμάξας ἐχαρίζετο, καταλεαίνων οἶμαί που τοῖς ὀκνοῦσι τὴν κάθοδον. Οἱ δὲ πανοικὶ, κατέβαινον εὐθὺς, τὴν πρόσκαιρον τῶν ἐδωδίμων ἀπόλαυσιν, οὐκ οἶδ' ὅπως προτετιμηκότες γῆς τε καὶ χώρας δοθείσης παρὰ Θεοῦ· ἦν γὰρ δή που παρὰ πολὺ κρεῖττόν τε καὶ ἄμεινον τὸ ἐκείνην νέμεσθαι, εἰ καὶ σὺν βραχεῖ τὸ χρῆμα κατωρθοῦτο πόνῳ. Ἐπειδὴ δὲ ἧκον εἰς Αἴγυπτον, ᾤοντο μὲν ἴσως καὶ διαδράναι