De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ὁλοτρόπως ἀκολουθοῦσι Θεῷ, καὶ τῆς εἰς αὐτὸν ἐλπίδος πεποιημένοις δεύτερα τὰ τῆς σαρκὸς, καὶ φιληδονίαν κοσμικὴν, ἕψεται δὴ πάντως, τὸ εὐλογίας τῆς ἄνωθεν πλουσίως μεταλαχεῖν. Τί γὰρ λέγει πρὸς Ἀβραάμ; «Καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε,» καὶ τὰ τούτοις συνημμένα. Ὁρᾷς οὖν ὅσην αὐτῷ πληθὺν ἐπεσώρευσε πνευματικῶν ἀγαθῶν; Τίνα δὲ τρόπον ἀπαίρει τῆς ἐνεγκούσης Ἀβραὰμ, πῶς οὐκ ἄξιον ἰδεῖν; «Ἔλαβε γὰρ,» φησὶ, «Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ, καὶ τὸν Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν, ὅσα ἐκτήσαντο, καὶ πᾶσαν ψυχὴν, ἣν ἐκτήσαντο ἐν Χαῤῥάν. Καὶ ἐξῆλθον πορευθῆναι εἰς γῆν Χαναὰν, καὶ διώδευσεν Ἀβραὰμ τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς, ἕως τοῦ τόπου Συχὲμ, ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν.» Ἐξεχώρει μὲν γὰρ ἐκ Χαῤῥὰν, οὐδὲν ἑαυτοῦ λείψανον ἀφιεὶς ἐν αὐτῇ, παγγενεὶ δὲ ὥσπερ καὶ πανοικὶ, προθυμότατα μετατρέχων εἰς γῆν Χαναὰμ, ἣν ἔδειξε Θεός. Εἶτα δίεισι τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς, καὶ εἰς γῆν ἔρχεται τὴν ὑψηλήν. Ὁ γάρ τοι βεβουλημένος τοῖς θείοις εὖ μάλα κατακολουθεῖν θεσπίσμασι, καὶ φροντίδος τῆς ἀρίστης ἀξιοῦν τὴν ἄνωθεν κλῆσιν, ἐξίτω ζωῆς τῆς ἐν ἡδοναῖς κοσμικαῖς ὅλος διόλου, καὶ οἱονεὶ παγγενεὶ, οὐδὲν τῆς ἑαυτοῦ διανοίας λείψανον ἀφεὶς, ἐν οἷς ἦν ποτε. Ἀπαίρει γὰρ οὕτως ὀρθῶς, καὶ διοδεύσει τὴν γῆν, κέκληται γὰρ παρὰ Θεοῦ, ἵνα ὥσπερ ὁ μακάριος γράφει Παῦλος, ἐξισχύσῃ καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος, καὶ μῆκος, καὶ ὕψος, καὶ βάθος τοῦ μυστηρίου τοῦ Χριστοῦ. Πρὸς γῆν γὰρ τότε τὴν ὑψηλὴν ἀναφοιτήσει καλῶς, τοῦτ' ἔστι, πρὸς ἕξιν τὴν ἀνῳκισμένην ἐν ἀρεταῖς, καὶ οὐδαμόθεν ἔχουσαν ἔτι τὸ κατεῤῥιμμένον εἰς φιλοσαρκίαν. Ἀφικομένῳ δὲ ἤδη πρὸς τοῦτο, τί πάλιν ἔσται τῶν ἀγαθῶν, ἐξ αὐτῶν εἰσόμεθα τῶν ἱερῶν Γραμμάτων. «Ὤφθη γὰρ,» φησὶ, «Κύριος τῷ Ἀβραὰμ, καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Καὶ ᾠκοδόμησεν Ἀβραὰμ ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ, τῷ ὀφθέντι αὐτῷ.» Ἐμφιλοχωροῦντι μὲν γὰρ εἰς γῆν πατρίδος αὐτοῦ, καὶ οὔπω πρὸς τὴν ἁγίαν μεταχωρήσαντι γῆν, μόνος δέδοται χρησμὸς τοῦ μεταχωρῆσαι δεῖν εἰς ἑτέραν, τῆς ἐνεγκούσης ἠφειδηκότα. Ἐπειδὴ δὲ ἦλθεν εἰς γῆν Χαναὰν πανοικί τε καὶ πανσκευεὶ, καὶ πρὸς τὴν ἁγίαν ἀνέ 68.169 θορε γῆν, ἡ τῆς θεοπτίας δέδοται χάρις, καὶ τῆς ἐλπίδος τὸ ἀσφαλὲς ἐν βεβαίῳ τῆς ἐλευθερίας, καὶ τὸ ἐξεῖναι λοιπὸν ἐγείρειν θυσιαστήριον. Καὶ ἡμῖν οὖν ἄρα, κατά γε τὸ ἴσον τοῦ λόγου σχῆμα, προσμένουσι μὲν τῷ κόσμῳ καὶ ταῖς κατ' αὐτὸν βδελυρωτάταις ἡδοναῖς, οὐδεμία μὲν ἔσται παρὰ Θεοῦ χάρις· κεκλημένοις δὲ καὶ τοῖς θείοις ὑπείκουσι νόμοις, ἀναθρώσκουσι τῶν καθάπερ εἰς γῆν ὑψηλὴν τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἔφεσίν τε καὶ προθυμίαν, ἐνίησι μὲν τῆς ἰδίας δόξης τὴν γνῶσιν ὁ Θεὸς, καὶ τὸ τῆς ἐλπίδος ἐρηρεισμένον ἐπαγγέλλεται· εὐσθενῆ δὲ οὕτω τὸν ἐν ἡμῖν ἀπεργάζεται νοῦν, ὡς ἤδη πως ἰσχύσαι θυσίας προσάγειν πνευματικὰς, καὶ εὐωδίαν γενέσθαι Χριστοῦ τῷ Θεῷ καὶ Πατρὶ, κατὰ τὸ γεγραμμένον· παραστῆσαι δὲ καὶ αὐτῷ τὸ σῶμα, θυσίαν ζῶσαν καὶ εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν καὶ ἐν πνεύματι λατρείαν τὴν ἀπόδεκτον παρὰ Θεῷ. Προσίεται γὰρ ἀσμένως τῆς ἐν πνεύματι λατρείας τοὺς τρόπους, καὶ θυσίαν ἡγεῖται τὸ χρῆμα πνευματικήν. {ΠΑΛΛ.} Μεθορμίζεσθαι δὴ οὖν ἐπὶ τὰ ἀμείνω πρέπει, τῶν αἰσχιόνων ἀπαίροντας· καὶ προσίεσθαι μὲν ὡς ἥδιστα τὴν ἄνωθεν κλῆσιν, ἐμφιλοχωρεῖν δὲ ὅτι μάλιστα φιλεῖν τοῖς ἐκ νόμου τετιμημένοις, καὶ τὴν ἀρίστην ψῆφον λαχοῦσι παρὰ Θεῷ. Ὡς τό τοι ζητεῖν ἀνόπιν ἰέναι καὶ ἐπινοστεῖν ἐπί τι τῶν ἀδικεῖν εἰωθότων, αἰτίας οὐκ ἀπαλλάξομεν. {ΚΥΡ.} Οὐ μὲν οὖν, ὦ ἑταῖρε. Παγχάλεπον μὲν γὰρ τὸ νοσεῖν ἑλέσθαι πάλιν τὰ ὧν ἂν ἐξοίχοιτό τις· ὡς τοῖς γε ἅπαξ ἐξῃρημένοις δυνάμει Θεοῦ πολιτείας κοσμικῆς, σφαλερὸν ἄγαν τὸ κἂν γοῦν εἰς αὐτὴν ἀποβλέψαι μόνον, καὶ οἱονεὶ πρὸς ἀνάμνησιν ἰέναι πλημμελημάτων, εἰς τὴν ἐπ' αὐτοῖς ἀγάπησιν ἱέντας τὸν νοῦν. Καὶ γοῦν ὁ θεσπέσιος Μελῳδὸς ἐλιπάρει λέγων· «Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα.» Ματαιότης γὰρ ὡς ἀληθῶς ὁ τοῦδε τοῦ βίου περισπασμὸς, καὶ ἡ τῶν προσκαίρων διάκενος τέρψις, ὧν ὅτι προσήκει