De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
εὐθὺς εἰς τὸ εἶναι παρενηνεγμένοι, δόξης τε οὔπω τῆς ἄνωθεν καὶ ἁγιασμοῦ τητώμενοι. {ΠΑΛΛ.} Πῶς ἔφης; ἀσυμφανὴς γὰρ ὁ λόγος. {ΚΥΡ.} Ἡ ῥάβδος ἤτοι τὸ σκῆπτρον ἡμῖν, οὐχὶ βασιλείας σύμβολον εἴη ἂν, ὦ Παλλάδιε; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν, ἐπείτοι καὶ ὅρκιον αὐτὸ 68.244 πεποιῆσθαί φασι τῶν ἀρχαιοτέρων τινὰς, οἱ τὰ Ἑλλήνων ὑμνεῖν εἰωθότες. {ΚΥΡ.} Τί δέ; οὐχὶ παραδείσου φυτὸν εἶναι φῂς, καὶ πρεσβύτερον τῆς τομῆς, τὸ κήποις ἐκτεθηλέναι λαχεῖν; {ΠΑΛΛ.} Φημί. {ΚΥΡ.} Ἴθι δὴ οὖν ταῖς ἐννοίαις ἐπὶ τὸν ἀρχαῖον ἐκεῖνον Ἀδάμ· καὶ ἐν ἀπαρχῇ καὶ ῥίζῃ τοῦ γένους ὅλην ὥσπερ ἐν ἑαυτῷ καταλογίζου τὴν ἀνθρωπότητα. Καὶ πρός γε τοῦτο διανοοῦ, ὅτι πεποίητο μὲν κατ' εἰκόνα τοῦ κτίσαντος, ἐτέτακτο δὲ ἄρχειν τῶν ἐπὶ γῆς, καὶ ἦν ὥσπερ ἐν χειρὶ Θεοῦ, διὰ τῆς ἐν ἁγιασμῷ ζωῆς, καὶ μονονουχὶ παραδείσου φυτὸν εὐανθές τε καὶ εὐγενέστατον. Ἐπειδὴ δὲ ταῖς τοῦ ὄφεως πικρίαις πεφενακισμένος, παρεκομίσθη τῶν ἐν ἀρχαῖς, καὶ τῆς θείας ἀλογήσας ἐντολῆς κατεφωρᾶτο λοιπὸν, τότε δὴ, τότε θέσεώς τε καὶ ῥίζης τῆς πρώτης ἀποσπώμενος, τῆς τοῦ συνέχοντος εἰς ἁγιασμὸν ἀπώλισθε χειρὸς, καὶ καταπέπτωκεν εἰς γῆν, τοῦτ' ἔστιν, ἐκ τῶν τῆς ἀρετῆς ὑψωμάτων, καὶ καταπεφοίτηκεν ἀδρανῶς εἰς τὸ φρονεῖν ἑλέσθαι τὰ σαρκικὰ, ἄκρατον ἤδη που νοσήσας τὴν πονηρίαν, καὶ ὄφεως, οἶμαι, διενεγκὼν οὐδέν. Ἀπεγυμνοῦτο δὲ οὕτω βασιλείας καὶ δόξης τῆς ἐν ἀρχαῖς, ἐξεπέμπετό τε παραδείσου καὶ τρυφῆς. Ἢ γὰρ οὐχὶ ταυτὶ πρὸς ἡμᾶς ὁ θεῖος ἔφη Μωσῆς; {ΠΑΛΛ.} Ἔφη γὰρ οὖν. {ΚΥΡ.} Κατηγμένον δὲ ἤδη πρὸς τοῦτο φαυλότητος ὁ νομοθέτης ὁρῶν, ἀπέδρα τρόπον τινὰ, καὶ τὴν ἐνοῦσαν αὐτῷ πονηρίαν κατεμυσάττετο. Πέφευγε γὰρ ὁ Μωσῆς, τὸν ὄφιν ἀφείς. Γέγραπται δὲ, ὅτι «Ἅγιον Πνεῦμα σοφίας φεύξεται δόλον, καὶ ἀναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων.» Ἀσύμβατα γὰρ ἀλλήλοις ἁγιασμὸς καὶ ἀκαθαρσία, φῶς τε καὶ σκότος, δικαιοσύνη καὶ ἀδικία. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Τὸ τοίνυν ἀποπέσαι χειρὸς τῆς Μωσέως τὴν ῥάβδον, κατασημήνειεν ἂν, ὡς ἦν ἐν ἀρχαῖς ὁ κατ' εἰκόνα τὴν θείαν πεποιημένος παραδείσου φυτὸν, καὶ ἐν δόξῃ βασιλείας, καὶ ἐν χειρὶ τοῦ ∆ημιουργοῦ· κατώλισθε δὲ εἰς γῆν, διὰ τοῦ φρονεῖν ἑλέσθαι τὰ σαρκικὰ, καὶ διὰ τῆς εἰς ἄκρον ἡκούσης πικρίας, ὄφις ἦν ὥσπερ τις τοῖς τῆς θεότητος ὀφθαλμοῖς. Ἀλλ' ἐκελεύετο Μωσῆς ἐκτεῖναι τὴν χεῖρα, καὶ ἐπιλαβέσθαι τῆς κέρκου· ἀνεπλάττετο δὲ πρὸς τὸ ἐν ἀρχαῖς εὐθύς. Καὶ ὄφις μὲν ἦν οὐκέτι, ῥάβδος δὲ πάλιν, καὶ παραδείσου φυτόν. Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, καὶ ἀνακτίσαι τὸ ποιηθὲν εἰς τὸ ἀπαρχῆς, ἀπέστειλεν ἡμῖν ἐξ οὐρανοῦ τὸν Μονογενῆ, τὴν χεῖρα τὴν δεξιὰν, τὴν τῶν ὅλων ἐργάτιν καὶ σώτειραν ἀληθῶς, κατά γε τὸ, «∆εξιὰ Κυρίου ἐποίησε δύναμιν, δεξιὰ Κυρίου ὕψωσέ με.» Τότε δὴ, τότε τῆς ἐν γῇ κειμένης ἀνθρωπότητος ἐπελάβετο καὶ πικρίας ἡμᾶς 68.245 ἀπαλλάξας θηριοπρεποῦς, τῆς ἐν φαυλότητι τε καὶ ἁμαρτίαις, ἀνεκόμισέ τε δι' ἁγιασμοῦ πρὸς βασιλίδα τιμὴν, καὶ ἡμερότητα τὴν εἰς ἀρετήν. Ἐνδιαίτημα δὲ τὸ ἀρχαῖον τοῖς πιστεύουσι διδοὺς ἐν ἀπαρχῇ καὶ πρώτῳ τῷ συγκεκρεμαμένῳ λῃστῇ· «Ἀμὴν, ἀμὴν λέγω σοι, φησὶ, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» {ΠΑΛΛ.} Πεποίηται μὲν ὡς ἄριστά γε ἡμῖν καὶ ὀρθῶς ὁ λόγος. Πλὴν ἐκεῖνο φράσον, ἀνθ' ὅτου τῆς κέρκου λαβέσθαι κελεύει, καὶ οὐχὶ τῆς κεφαλῆς, ἢ μέσων. {ΚΥΡ.} Ὧδε γὰρ, ὦ φιλότης, ἐκπράττεσθαι ἐχρῆν· ἐπείτοι τὸ κέρκου λαβέσθαι, καὶ οὐχὶ μέσων ἢ κεφαλῆς, τῷ μυστηρίῳ χρήσιμον. {ΠΑΛΛ.} Τίνα τρόπον; {ΚΥΡ.} Ἀρχὴ μὲν γὰρ ὥσπερ παντὸς ζώου ἡ κεφαλὴ, κέρκος δὲ πέρας. Φέρε δὴ οὖν ὡς ἔτι ζῶον, τὸ σύμπαν ἡμῖν τοῦ ἀνθρώπου γένος καταλογιζέσθω πρὸς τὸ παρόν. Ἐπελάβετο τοίνυν τῆς κέρκου Χριστὸς, τοῦτ' ἔστι, τῶν ἐν ἐσχάτοις καὶ τελευταίων· καταπεφοίτηκε γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. Ἀλλ' ὥσπερ εἰ καὶ τῆς κέρκου Μωσῆς ἐπελάβετο, καὶ μέχρι αὐτῆς ἀνέθει τῆς κεφαλῆς ὁ μεταπλασμὸς (μετεστοιχειοῦτο γὰρ ὁλοκλήρως εἰς ῥάβδον ὁ ὄφις)· κατὰ τὸν ἴσον τουτονὶ τρόπον, κἂν εἰ τῶν ἐσχάτων ἀντελάβετο Χριστὸς, ἀλλ' εἰς πᾶν διήκει τὸ γένος, καὶ μέχρις