De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
τε καὶ δι' αὐτοῦ καθαροί τε ὦμεν καὶ λελαμπρυσμένοι. Καὶ 68.300 γοῦν ὁ προφήτης Ἱερεμίας τοὺς τῶν Ἰουδαίων λαοὺς τὴν διὰ Χριστοῦ κάθαρσιν οὐ προσιεμένους, ἐποτνιᾶτο λέγων· «Ἐξέλιπε φυσητὴρ ἀπὸ πυρὸς, ἐξέλιπε μόλιβδος, εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ, πονηρίαι αὐτῶν οὐκ ἐτάκησαν· ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος.» Συνίης οὖν ὅπως οὐκ ἠγνόηκεν ἡ θεία Γραφὴ τὴν ἐπ' ἀργύρῳ κάθαρσιν οὐ δίχα μολίβδου πράττεσθαι δυναμένην. Οὐκοῦν ἐπειδήπερ ἀδοκίμους ὄντας ἡμᾶς ἐξεκάθηρεν ὁ Χριστὸς, μολίβδῳ παρεικάζεται, καὶ αὐτὸς ἐμφράττει τῆς ἁμαρτίας τὸ στόμα, τῆς ὡς ἐν εἴδει γυναικός. Γυνὴ δὲ σύμβολον ἀσθενείας τε ἅμα καὶ ἡδονῆς, ἀνομία τε πᾶσα διὰ τούτων πράττεται. Ἡδονῇ γὰρ τινὶ τῇ εἰς τὸ τυχὸν, ἢ τόδε προκατεφθαρμένος ὁ νοῦς, οὕτω τε ἀπονευρούμενος, τοὺς εἰς ἀρετὴν ἀποφέροντας ἀνίησι πόνους, πίπτει δὲ πρὸς ἁμαρτίαν ἡ τοῦ ἀνθρώπου ψυχή· τοιγάρτοι φιλήδονοι μᾶλλον ἢ φιλόθεοι λέγονταί τινες. Ἐπιφωνεῖ δὲ καὶ ὁ προφήτης τοῖς ἐξ ἀσθενείας ψυχικῆς κατηῤῥωστηκόσι τὴν ἁμαρτίαν, καὶ τὴν εἰς φαυλότητα πάρεσιν· «Ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα.» {ΠΑΛΛ.} Ἀλλ' ὧδε μὲν τόδε. Ξυνωρίς τε, εἰπέ μοι, γυναικῶν, αἳ τὸ μέτρον καὶ τὴν ἀνομίαν εἰς γῆν ἀποφέρουσι τὴν Βαβυλωνίων, τί ἂν βούλοιτο δηλοῦν; {ΚΥΡ.} Ἐμπέφρακται μὲν, ὦ γενναῖε, τῆς ἀνομίας τὸ στόμα διὰ Χριστοῦ· δεδικαιώμεθα γὰρ ἐν αὐτῷ, ἀπηλλάγμεθά τε παντὸς αἰτιάματος, καὶ πέπαυται καθ' ἡμῶν ἡ τῆς ἀνομίας κατάῤῥησις. Γέγονε γὰρ οὗτος τῆς εἰς ἡμᾶς οἰκονομίας ὁ σκοπὸς, τῷ δι' ἡμᾶς, καθ' ἡμᾶς, καὶ ὑπὲρ ἡμῶν, εἰς θάνατον, εἰ καὶ ἀνεβίω πάλιν· οὐ γὰρ ἐνεδέχετο τὴν ζωὴν ἡττᾶσθαι θανάτῳ. Ἀλλ' ἠπείθησάν τινες τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, καὶ τὴν ἐκ τῆς ἁμαρτίας οὐ προσηκάμενοι λύτρωσιν, ἀχθοφοροῦσι πάλιν αὐτὴν, ταῖς σφῶν αὐτῶν ἐπαρτήσαντες κεφαλαῖς διὰ φρενὸς ἀσθένειαν, καὶ νοῦ μαλακίαν καὶ ἀνανδρίαν ψυχῆς. Οὗτοι παντὶ πνεύματι περιφέρονται πονηρῷ, καὶ εἰς πᾶν εἶδος ἀκαθαρσίας βιαιότατα συνωθούμενοι πλείστην ὅσην ποιοῦνται τὴν εἰς τὰ φαῦλα σπουδήν. Σπουδῆς δὲ σημεῖον ἡ πτέρυξ, ἣν καὶ ἔποπος εἶναί φησιν, εἶδος δὲ τοῦτο στρουθίου, τὰ τῶν τελμάτων ἀεὶ δυσωδέστατα περιθέοντος, καὶ τὰ ἐκ βορβόρου καὶ ἀκαθαρσίας συλλέγοντος εἰς τροφήν. Ὅσοι τοιγαροῦν τὰς ἑαυτῶν σπουδὰς δαπανῶσιν εἰς μολυσμὸν, οὗτοι δὴ πάντως τὰς μὲν πτέρυγας ἔποπος εἰκότως ἂν ἔχειν λέγοιντο. Γυναικοειδεῖς δὲ καὶ αὐτοὶ, καὶ ἐκτεθηλυμμένοι, σύμμορφοί τε λοιπὸν τῇ τυραννευούσῃ κατὰ σφῶν ἁμαρτίᾳ. Ὅνπερ γὰρ τρόπον, σύμμορφοι τῷ Χριστῷ δι' ἁγιασμοῦ γεγόνασιν οἱ ὑπ' αὐτῷ τε καὶ σὺν αὐτῷ· οὕτω καὶ τῇ ἀνομίᾳ σύμμορφοί τε καὶ ὁμοειδεῖς οἱ ταύτην ἐπηχθισμένοι, καὶ τῇ ἀκαθάρτῳ φαυλότητι συζῇν ᾑρημένοι. Ἀποφέρουσι δὲ τὸ μέτρον εἰς Βαβυλῶνα, καὶ οἶκον αὐτῷ ζητοῦσιν ἐκεῖ, αἰνιγματω 68.301 δῶς, οἶμαί που, καὶ τοῦδε σημαίνοντος, ὡς εἰ μή τις ἕλοιτο τὰ διὰ Χριστοῦ, καὶ τῆς ἁμαρτίας ἀγαπήσει τὴν ἔμφραξιν, διὰ τὸ πρὸς μόνας ἔχειν ἀκαθαρσίας τὸ σπούδασμα, ἐξοιχήσεται μὲν τῆς ἁγίας Ἱερουσαλὴμ, τοῦτ' ἔστι, τῆς τῶν πρωτοτόκων ἁγίας μητρὸς, καλλιπόλεως δὲ τῆς ἄνω· μονονουχὶ δὲ δυσφόρητον ἔχων τὴν ἁμαρτίαν φορτίον, συνοικήσει τοῖς Βαβυλωνίοις, τοῦτ' ἔστι, μερίδα καὶ κλῆρον ἕξει μετὰ τῶν ἀθέων εἰδωλολατρῶν. Ἐν ἴσῳ γὰρ τοῖς ἀθέοις, οἱ τὴν διὰ Χριστοῦ λύτρωσιν ἀτιμάσαντες. Καὶ γοῦν ὁ Σωτήρ· «Ἐὰν ἁμαρτήσῃ, φησὶν, ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξύ σου καὶ αὐτοῦ μόνου· ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· ἐὰν δὲ μή σου ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο ἢ τριῶν μαρτύρων σταθῇ πᾶν ῥῆμα· ἐὰν δὲ καὶ τούτων παρακούσῃ, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης.» Ἔστι τοίνυν οὐκ ἀσυμφανὲς, μᾶλλον δὲ διὰ πάσης ἡμῖν μεμαρτύρηται τῆς θείας Γραφῆς, ὅτι πᾶσα δικαίωσις καὶ πᾶσα λύτρωσις ἐν Χριστῷ. {ΠΑΛΛ.} Εὖ ἔφης.