De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
εὐτολμότατα ταῖς τῶν ἰδίων παθῶν ὑπαντιάζουσι προσβολαῖς, κατανεκροῦντες τὴν σάρκα, καὶ τῶν ἐν αὐτῇ τε καὶ ἐξ αὐτῆς κατεξανιστάμενοι κινημάτων. Ταύτῃ τοι καὶ πᾶν εἶδος φαυλότητός τε καὶ ἁμαρτίας εὐτεχνέστατα παρωθούμενοι, τὴν ἱερὰν καὶ ἀμώμητον κατορθοῦσι ζωὴν, οἷς καὶ ὁ θεσπέσιος Παῦλος ἐπιφωνεῖ, λέγων· «Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης· ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι.» Παντευχία γὰρ ἡ πνευματικὴ τοῖς ἁγίοις πρεπωδεστάτη, ἧς ἐφίεσθαι δεῖν ἡμᾶς, εἰ καὶ καθ' ἕτερον τρόπον, κελεύει δ' οὖν ὅμως καὶ αὐτὸς ὁ Σωτήρ· «Ἔστωσαν γὰρ ὑμῶν αἱ ὀσφύες, φησὶ, περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν, καὶ οἱ λύχνοι καιόμενοι·» τὸ μὲν εὔζωνόν τε καὶ οἱονεί που συνεσταλμένον, ἐπὶ τὸ χρῆναι τληπαθεῖν ὑπέρ γε τοῦ ἀγαθοῦ, καὶ τῆς εἰς Θεὸν ἀγάπης, τοῦ διεζῶσθαι σημαίνοντος· τὸ δ' εὐτρεπές τε καὶ πρόθυμον, εἰς τὴν ἀπὸ τοῦ κόσμου κατάστασιν, τοῦ ὑποδεδέσθαι τοὺς πόδας, ὡς αὐτίκα δὴ μάλα βαδιουμένους, οἷπερ ἂν ἡμᾶς ὁ θεῖος ἰέναι βούλοιτο νόμος· τὸ δὲ καίεσθαι τοὺς λύχνους, τοῦ μὴ ὡς ἐν σκότει τε καὶ ἀμαθίᾳ ζῇν ἀνέχεσθαί τινας, ἐν φωτὶ δὲ μᾶλλον τῷ διὰ Χριστοῦ τὴν εἰς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ποιεῖσθαι πορείαν. Ἰουδαίοις μὲν ἐκ φρενοβλαβείας τοῦτο δρᾷν οὐκ ἀνεχομένοις, προσεφώνει Χριστός· «Ἕως τὸ φῶς ἔχετε περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ.» Οὐκοῦν ἑτοιμότης εἰς ἀρετὴν καὶ ἀνδρεία φρονήσει συνεζευγμένη, λαμπρὸν καὶ περίοπτον ἀποφήνειεν ἂν τῆς εὐσεβείας τὸν ἐραστήν. {ΠΑΛΛ.} Εὖ λέγεις. {ΚΥΡ.} Οὐ γὰρ ἐν τῷ ἀνεῖσθαι φιλεῖν, τὸ εὐκλεὲς εὑρήσομεν· ἀλλ' εἴπερ ἱδροῦν ἕλοιτό τις, τότε δὴ μόλις ἔσται λαμπρός τε καὶ εὐδοκιμώτατος. Καὶ γοῦν ποιουμένοις ἔτι τὰς ἐν Αἰγύπτῳ διατριβὰς τοῖς υἱοῖς Ἰσραὴλ, ἐφίστησι μὲν ἐπιστάτας τῶν ἔργων δεινοὺς καὶ πικροὺς ὁ βέβηλος Φαραώ· οἱ δὲ, τὴν ἀνεθέλητόν τε αὐτοῖς, καὶ ὡς ἐξ ἀνάγκης ἐπεῤῥιμμένην σκληραγωγίαν γύμνασμα ποιούμενοι πρὸς τὸ τληπαθὲς, 68.308 ὠφέληνται μᾶλλον, ἤπερ ἠδίκηνται κατὰ τὸ ἀληθές. Ἐδεδίει μὲν γὰρ ὁ Φαραὼ τοὺς Ἑβραίους εἰς πληθὺν ἀμέτρητον ἐκτεινομένους ὁρῶν· κακουργότατα δὲ κολάζειν ἐπιχειρῶν τὴν ἔν γε δὴ τούτῳ φορὰν καὶ ἐπίδοσιν, «Ἐπέστησεν αὐτοῖς, φησὶν, ἐπιστάτας τῶν ἔργων, ἵνα κακώσωσιν αὐτοὺς ἐν τοῖς ἔργοις.» Περιτρέπεται δὲ αὐτοῖς πρὸς τὸ ἐναντίον ἡ σκέψις. Ἡ γὰρ ἐπενηνεγμένη κάκωσις πρόφασις αὐτοῖς τῆς εἰς πληθὺν ἐπιδόσεως ἦν, Θεοῦ τὸ χρῆμα οἰκονομοῦντος, καὶ ταῖς ἐκείνου ῥᾳδιουργίαις τὴν οἰκείαν ὥσπερ ἀντεξάγοντος χάριν. «Καθότι γὰρ αὐτοὺς ἐταπείνουν, φησὶ, τοσούτῳ πλείους ἐγίνοντο καὶ ἴσχυον.» Ἐπιφέρει μὲν γὰρ τὰς θλίψεις ὁ Σατανᾶς, τοὺς ὀδόντας ἐπιτρίζων τοῖς ἁγίοις, καὶ ὧνπερ ἂν ὡς ἰδίων μετεποιεῖτο Θεὸς, τούτοις ἀεί πως ἀπολέγδην ἐπιπηδῶν· «Τὰ γὰρ βρώματα αὐτοῦ ἐκλεκτὰ,» φησίν· ἀλλ' οἱ πονοῦντες ἐν τούτοις, αὐτῶν ἀμείνους ἔσονται πειραζόμενοι· καὶ τὸ καρτερὸν ἐν ἀγῶσιν ἀποφαίνει δὴ πάντως εὐκλεεστέρους, ὥς τε δι' ὦν ἂν νοοῖτο λυπεῖν καὶ κακοῦν, διὰ τούτων μάλιστα καὶ οὐχ ἑκὼν, ὀνήσειεν ἂν, καὶ δι' ὧν αἱρήσειν ὑπείληφεν, εὐσθενεστέρους ἀποτελεῖ. Ἐπειδὴ δὲ τὸ πανοῦργον σόφισμα τῷ Φαραὼ πρὸς ἀδόκητον πέρας ἐκτελευτᾷ, καὶ δι' ὧν ἐκάκου, καὶ προσωφελῶν ἦν, ὀψὲ καὶ μόλις αἰσθάνεται, καὶ μεθίστησι παραχρῆμα τῆς ἐπιβουλῆς τὸν τρόπον· μεταπεμψάμενος γὰρ τῶν Ἑβραίων τὰς μαίας, «Ὅταν μαιοῦσθε τὰς Ἑβραίας, φησὶν, καὶ ὦσι πρὸς τὸ τίκτειν, ἐὰν μὲν ἄρσεν ᾖ, ἀποκτείνατε αὐτὸ, ἐὰν δὲ θῆλυ, περιποιεῖσθε αὐτό.» Ἐφοβήθησαν δὲ αἱ μαῖαι τὸν Θεὸν, καὶ οὐκ ἐποίησαν καθότι συνέταξεν αὐτοῖς ὁ βασιλεὺς Αἰγύπτου καὶ ἐζωογόνουν τὰ ἄρσενα.» Ἀπρακτούσης δὲ αὐτῷ τῆς κατὰ τοῦ γένους ἀνοσιότητος, καὶ μιαιφόνου βουλῆς, οὐ γὰρ ἠφίει Θεὸς δυσσεβεῖν τὰς μαίας, μέτεισι λοιπὸν ἐπὶ τὸ ἐκφάνδην ἀδικεῖν, καὶ λεληθότως μὲν, οὐκέτι λυπεῖν ἠξίου, γυμνῶς δὲ ἤδη πω; αἱρεῖται πόλεμον, καὶ θάνατον ἀπηνῆ τῶν τικτομένων