De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
συνόντος αὐτοῖς Φινεές τε τοῦ ἱερέως, καὶ τῶν ἁγίων σκευῶν, καὶ μὴν καὶ σαλπίγγων, τῶν καλουμένων σημασιῶν. Καὶ γάρ ἐστιν ἀεὶ σύνοπλός τε καὶ συμπαραστάτης τοῖς ἀνδριζομένοις ὁ Χριστὸς, ὁ μέγας ἡμῶν ἀρχιερεύς· συναθλοῦσι δὲ καὶ ἄγγελοι, καθάπερ ἐν σκεύεσι τοῖς ἁγίοις ὑποδηλούμενοι. Σκεύη γὰρ ἅγια καὶ λειτουργικὰ, τὰ ἐν οὐρανῷ λογικὰ πνεύματα· τέτακται γὰρ παρὰ Θεοῦ πρὸς ἐπικουρίαν ἡμῶν. Πάρεισι δὲ οὐδὲν ἧττον καὶ αἱ σάλπιγγες τῶν σημασιῶν, τουτέστι τῶν θεηγόρων οἱ λόγοι, τὸ τίνα χρὴ τρόπον κατανδρίζεσθαι τῶν ἐχθρῶν, ἤτοι τῶν ἐν ἡμῖν ὄντων παθῶν, εὖ μάλα κατασημαίνοντες. Οὐκοῦν ὑποτύπωσις Χριστοῦ μὲν, ὁ ἱερεὺς, τουτέστιν, ὁ Φινεὲς, ἀγγέλων δὲ, σκεύη τὰ ἅγια· τῶν δὲ τὸν θεῖον ἡμῖν διακεκραγότων λόγον, αἱ σάλπιγγες τῶν σημασιῶν. Οὕτω γὰρ ἀμογητὶ περιεσόμεθα τῶν ἀνθεστηκότων ἐν Χριστῷ, λέγοντες τὸ ἐν Ψαλμοῖς ᾀδόμενον· «Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν.» Ὃ δὴ καὶ πεπράχασιν οἱ ἐξ Ἰσραήλ· πᾶσαν γὰρ τῶν Μαδιηναίων πόλιν τε καὶ χώραν καταδῃώσαντες, παρεκομίζοντο πρὸς Ἐλεάζαρ τὸν ἱερέα, καὶ πρὸς πᾶσαν τὴν συναγωγὴν υἱῶν Ἰσραὴλ τὴν αἰχμαλωσίαν· ἱερὰ γὰρ ὥσπερ ἀναθήματα τῷ Χριστῷ τῷ πάντων 68.328 ἀρχιερεῖ, καὶ οὐκ ἀσυμφανῆ τοῖς λαοῖς τὰ τῶν ἁγίων κατορθώματα, κατά γε τό· «Οὐ γάρ ἐστι κρυπτὸν, ὃ οὐ μὴ φανερωθήσεται, οὐδὲ ἀπόκρυφον, ὃ οὐ μὴ γνωσθῇ, καὶ εἰς φανερὸν ἔλθῃ.» Ἄγεται τοίνυν ἐν ὄψει τοῦ ἱερέως, καὶ παντὸς τοῦ λαοῦ, τὰ ἐκ τῆς αἰχμαλωσίας, τυπικῶς δὲ καὶ οἰκονομικῶς. Πλὴν, ἐπετίμα Μωσῆς τοῖς νενικηκόσιν ὡς οὐ κατὰ λόγον τὸν ἀκριβῆ καὶ ἀδιάβλητον παντελῶς, τὸ πρᾶγμα συντεθεικόσιν· οὐ γὰρ ἔδει, φησὶ, ζωγρῆσαι τὸ ἄρσεν, οὐδ' ἂν αὖ θῆλυ τὸ ἐμπειρόγαμον. Καὶ πιθανὸς μὲν τῆς ἱστορίας ὁ λόγος· ἔδει γὰρ, ἔδει τῆς ὅσον οὐδέπω μελλούσης ὑπὸ αὐτοῖς ἔσεσθαι γῆς, ἀποκείρεσθαι τὸ ἄρσεν, ὡς ἧξον μετὰ βραχὺ πρὸς ἥβην τε καὶ ἀλκὴν, καὶ πολέμιον ἐσόμενον τῷ λαῷ· συναναιρεῖσθαι δὲ καὶ τὸ θῆλυ, σκανδάλου παραίτιον γεγονὸς, καὶ εἰ σέσωστο, τάχα που πάλιν ἐσόμενον· ὅσον δὲ ἧκον εἰς θεωρίαν τὴν πνευματικὴν, ἐκεῖνο οἶμαί που κατίδοι τις ἂν ἔν γε δὴ τούτοις ἡμῖν ἀστείως ὑποδηλούμενον. {ΠΑΛΛ.} Ὁποῖον τί φής; {ΚΥΡ.} Οὐκ ἀκαταιτίατοι μεμενήκασιν οἱ ἀπόλεκτοι τῶν φυλῶν, καί τοι τὴν νίκην ἀράμενοι· δι' οὗ σημαίνεται, καὶ μάλα σαφῶς, ὡς τὸ εἰσάπαν ἀμώμητον, οὐδ' ἂν αὐτοῖς τοῖς ἀνδριζομένοις ὑπάρξῃ ποτέ. Καὶ αὐτὸ γὰρ ἡμῶν τὸ ὀρθῶς εἰργάσθαι δοκοῦν, μομφῆς καὶ αἰτίας ἀμοιρήσειεν ἂν οὔτι που, περιεργαζομένου τε καὶ βασανίζοντος Θεοῦ. Τοιγάρτοι καὶ γέγραπται· «Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται;» Καὶ πάλιν· «Ἐκ τῶν κρυφίων μου καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου· ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι.» Ἔνεστι δὴ οὖν ἔσθ' ὅτε καὶ ἐν ταῖς τῶν ἀπολέκτων ἀνδρείαις, μομφὴν ὁσίαν ἰδεῖν, ἣν ἡ τοῦ νομοθέτου γνῶσις καθορᾷ, παρατρέχει δὲ ἡμᾶς· συνίεμεν γὰρ οὔτι που, κατὰ τό· «Παραπτώματα τίς συνήσει;» Καὶ Ἡσαΐας δέ πού φησιν, ὅτι πᾶσα ἡμῶν ἡ δικαιοσύνη, ὡς ῥάκος ἀποκαθημένης. ∆ιά τοι τὸ εἰς ἄγαν ἀστείως καὶ ἀμωμήτως, μὴ ἂν ἔχειν δύνασθαί ποτε. Παῦλος δὲ ὁ σοφώτατος, «Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα» γεγραφὼς, «Ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι, φησίν· ὁ δὲ ἀνακρίνων με, Κύριός ἐστιν.» Ἡ δὲ μέμψις ἡ παρὰ Μωσέως οὐ πρὸς ἅπαντας ἁπλῶς, ἀλλὰ πρὸς μόνους ἐπράττετο τοὺς τῆς δυνάμεως ἐπισκόπους, καὶ πρὸς χιλιάρχους καὶ ἑκατοντάρχους· «∆υνατοὶ γὰρ, δυνατῶς ἐτασθήσονται,» καὶ κατ' αὐτῶν μάλιστα τὸ ἀκριβὲς τοῦ νόμου· «Ὧ γὰρ πολὺ παρέθεντο, φησὶ, πολὺ ζητήσουσιν ἀπ' αὐτοῦ.» Τοιγάρτοι καὶ γέγραφε, τοῦ Σωτῆρος ὁ μαθητής· «Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρῖμα ληψόμεθα.» Φέρεται τοίνυν ἐπὶ τοὺς ἐπισκόπους καὶ τῶν ταγμάτων προεστηκότας ἡ κατὰ πάντων αἰτίασις. Ἀεὶ γάρ που ταῖς νήψεσι τῶν καθηγουμένων εὐδοκιμεῖ τὸ ὑπήκοον. Τοιγάρτοι καὶ γέγραπται τοῖς ὑπὸ χεῖρα λαοῖς· «Πείθεσθε τοῖς ἡγουμένοις