De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἀρχαῖς, καὶ νόσον ὑποδραμεῖν τὴν πρώτην, οὐκ ἀνακαινισθήσονται πρὸς καθαρισμὸν διὰ δευτέρου βαπτίσματος· «Οὐ γὰρ ἡ αὐτῶν ἀπιστία τὴν πίστιν τοῦ Θεοῦ καταργήσει,» καθά φησιν ὁ θεσπέσιος Παῦλος. Οὐδὲ ἐπείπερ καταπεφρονήκασί τινες ἀνόπιν ἰόντες τῆς θείας χάριτος, τὸ ἀβέβαιον καταγράψομεν· ποιναῖς δὲ μᾶλλον ὁ τῶν ὅλων ὑποθήσει κριτὴς τοὺς εἰς τοῦτο κατολισθεῖν δυσσεβείας οὐ παραιτουμένους, ὡς τὸν Υἱὸν τοῦ Θεοῦ καταπατῆσαι καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγήσασθαι, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσαι, ἐν ᾧ 68.416 ἡγιάσθησαν, καὶ γεγόνασι τῆς θείας φύσεως κοινωνοί. Ὥσπερ γὰρ στρατιώτην τὸν ῥιψάσπιδά τε καὶ φυγοπόλεμον, οὐ δευτέροις τιμᾶσθαι σημάντροις, ἀλλ' ἤδη κολάζεσθαι χρὴ, καὶ τῆς ἀνανδρείας ἀποτιννύναι λόγους· τὸν αὐτὸν, οἶμαι, προσήκει τρόπον, τοὺς οὕτω σεπτήν τε καὶ ἀξιάγαστον περιυβρίζοντας χάριν, οὐ τοῦ δευτέρου τιμᾶσθαι Πνεύματος δόσει, τῆς πρώτης ἀθετουμένης, ἀλλ' ἤδη ποιναῖς ὑποκεῖσθαι πρέπει. Ὅτι γὰρ τοὺς ἅπαξ πεφωτισμένους εἰς τοῦτο ἰέναι προσήκει γνώμης, καὶ ἑδραιότητος λογισμῶν, ὡς εἰδέναι μὲν ἕνα τὸν φύσει Θεὸν, καταμυσάττεσθαι δὲ τοὺς ἕτερόν τι παρὰ τοῦτο εἰσηγουμένους, καὶ ἐπιθυμημάτων ποιεῖσθαι κάλλιστον, τὸ ἐπιθρώσκειν εἰδώλοις, καὶ κατασείειν ναοὺς, καὶ οὐδὲν ἡγεῖσθαι τὰ Ἑλλήνων σεβάσματα, καὶ ἀρχαῖος ἡμᾶς διδάξει λόγος. Γέγραπται γὰρ ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν Ἰορδάνην κατὰ Ἱεριχὼ, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην εἰς γῆν Χαναὰν, καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας ἐν τῇ γῇ πρὸ προσώπου ὑμῶν. Καὶ ἐξαρεῖτε τὰς σκοπιὰς αὐτῶν, καὶ πάντα τὰ εἴδωλα τὰ χωνευτὰ αὐτῶν ἀπολεῖτε αὐτὰ, καὶ πάσας τὰς στήλας αὐτῶν ἐξαρεῖτε.» Συνίης ὅτι τοὺς παρελθόντας τὸν Ἰορδάνην, ἐκ μέσου ποιεῖσθαι χρὴ βωμοὺς καὶ τεμένη, καὶ αὐτοῖς εἰδώλοις καὶ στήλαις ἀναμοχλεύειν ἀμελητί; ὡς τό γε φειδὼ τοῖς τοιούτοις τυχὸν ἀπονέμειν κακοῖς μήνυσις ἂν γένοιτο σαφὴς, τοῦ μὴ ἐρηρεῖσθαι καλῶς, μήτε μὴν ἀκαταιτίατον τῷ Θεῷ τὴν καρδίαν ἀφιεροῦν, καίτοι λέγοντι σαφῶς περὶ τῶν ἀθέων καὶ πονηρῶν· «Οὐ προσκυνήσεις τοῖς θεοῖς αὐτῶν, οὐδ' οὐ μὴ λατρεύσῃς κατὰ τὰ ἔργα αὐτῶν, ἀλλὰ καθαιρέσει καθελεῖς, καὶ συντρίβων συντρίψεις τὰς στήλας αὐτῶν, καὶ λατρεύσεις Κυρίῳ τῷ Θεῷ σου, καὶ εὐλογήσω τὸν ἄρτον σου, καὶ τὸν οἶνόν σου, καὶ τὸ ὕδωρ σου· καὶ ἀποστρέψω μαλακίαν ἀφ' ὑμῶν· οὐκ ἔσται ἄγονος, οὐδὲ στεῖρα ἐπὶ τῆς γῆς σου, τὸν ἀριθμὸν τῶν ἡμερῶν σου ἀναπληρώσω.» Ἔστι γὰρ οὐκ ἀσυμφανὲς, ὡς τοῖς ἄγαν ἐρηρεισμένοις καὶ ἐξ ὑγιοῦς διανοίας τῷ τῶν ὅλων Θεῷ προσκειμένοις, ἀπόδειξίν τε τοῦ πράγματος ἐναργῆ ποιεῖσθαι μεμελετηκόσι, τὸ κατασείειν βωμούς τε καὶ στήλας, καὶ ἀνθρώπων ἀθύρματα παρεφθαρμένων τὸν νοῦν, θείων ἔσται χαρισμάτων πρόξενον. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Εἰ γὰρ δὴ καθέλῃς τὰ χειροποιητὰ, φησὶ λατρεύσειάς τε Θεῷ, τὰ παρ' ἐκείνοις ἔθη μεμισηκὼς, «Εὐλογήσω τὸν ἄρτον σου, καὶ τὸν οἶνόν σου. καὶ τὸ ὕδωρ σου.» Μυστικὸς ὁ λόγος καὶ βαθύς· τοῖς γὰρ Θεῷ γνησίοις, πρὸς εὐλογίας ἔσται πνευματικῆς, τῶν τοῦ Χριστοῦ μυστηρίων ἡ μέθεξις, καὶ ἡ διὰ τοῦ ἁγίου βαπτίσματος χάρις. Τοῖς γε μὴν διψυχοῦσιν ἔτι, κεκινημένοις εἰς ἀπόστασιν, ὀργὴ καὶ κατάκριμα· καὶ τί γὰρ οὐχὶ τῶν δεινῶν, τὸ μεταλαχεῖν ἐστι τῆς εὐλογίας τῆς πνευματικῆς; καὶ τοῦτο, 68.417 οἶμαι, ἔστιν, ὃ καὶ ὁ σοφὸς ἔφη Παῦλος, ὅτι «Ὁ ἐσθίων καὶ πίνων τὸ σῶμα καὶ αἷμα τοῦ Χριστοῦ ἀναξίως, κατάκριμα ἑαυτῷ ἐσθίει καὶ πίει, μὴ διακρίνων τὸ σῶμα Κυρίου. ∆οκιμαζέτω δὲ,» φησὶν, «ὁ ἄνθρωπος ἑαυτὸν, καὶ τότε ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω·» Ἔσται τοίνυν πρὸς εὐλογίας, φησὶ, τῶν ἁγίων μυστηρίων ἡ μέθεξις, τοῖς γε ὡς ἀληθῶς φιλοθεωτάτοις. Καὶ ἀπαλλαγήσονται δὲ μαλακισμοῦ, τουτέστι, τοῦ νοσεῖν ἑτοίμως τὸ ἀδικεῖν πεφυκὸς, καὶ ἀποκομίζον εἰς ἀνανδρίαν· ἀλλ' οὐδὲ ἄγονος ἔσται, φησὶν, ἐν αὐτοῖς, οὐδὲ στεῖρα. Γονιμωτάτη γὰρ πᾶσα θεοφιλὴς καὶ ὁσία ψυχὴ, καὶ καρποῖς ἁγίοις κατάκομος, φημὶ δὲ δὴ πάλιν, τοῖς ἐξ ἀρετῆς αὐχήμασιν. {ΠΑΛΛ.} Ὧδε