De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
αὐτοῦ, καὶ ἐν ᾧ ὁ λόγος μου πρὸς αὐτὸν, διηγησάσθω τὸν λόγον μου ἐπ' ἀληθείας.» Ὡς εἴπερ τι φαίνοιτο τῆς ἀληθείας ἡμαρτηκὸς, ἐκδείξειεν ἂν αὐτὸ εὐθὺς ψευδοεπῆ τὸν γεννήτορα, καὶ ἀπὸ τῆς ἑαυτοῦ λαλοῦντα καρδίας, οὐκ ἀπὸ στόματος Κυρίου, καθὰ γέγραπται. {ΠΑΛΛ.} Βούλει τι θῶμεν τῶν ἀναγκαίων εἰς βάσανον, ἢ παρέντες ἴωμεν, ᾗπερ ἂν ὁ σὸς ἡμᾶς ἀποκομίσῃ λόγος; {ΚΥΡ.} Καὶ μὴν, ὦ Παλλάδιε, τῶν ἀναγκαίων εἰς ὄνησιν οὐ βραχὺς ἡμῖν ὁ λόγος· ὡς τό τοι μὴ φάναι τὸ δοκοῦν ἐλευθέρως ἐπαιτιασαίμην ἂν, καὶ μάλα εἰκότως· φράζε δὴ οὖν ὀκνήσας οὐδέν. {ΠΑΛΛ.} Εἰ μὴ ἀπὸ στόματος Κυρίου λαλοῦσί τινες, ἐρεύγονται δὲ, ὡς φὴς, τὰ ἀπὸ καρδίας, τίνα δὴ τρόπον καί τοι τεθνεῶτα τὸν ἅγιον Σαμουὴλ ἡ ἐγγαστρίμυθος ἐκείνη γυνὴ παρεκόμισε τῷ Σαοὺλ, τὸ τῶν ἐσομένων αὐτῷ σαφηνιοῦντα πέρας; ταυτὶ γὰρ ὧδε πεπρᾶχθαι, καὶ οὐχ ἑτέρως ἔχειν οἴονταί τινες. {ΚΥΡ.} Οἴει δὲ αὐτὸς οὐχ ὧδε ἔχειν, καὶ λογιεῖ τοῦτο ἄμεινον, ἤγουν φληνάφως τὴν τοῦ δικαίου ψυχὴν ἐκβεβιάσθαι φὴς κατὰ τὸ ἀληθὲς, καὶ γυναίου καλοῦντος ἐλθεῖν; 68.433 {ΠΑΛΛ.} Οὐκ ἂν ἔχοιμι σαφῶς εἰπεῖν. Ἐνδείξειε δ' ἂν, οἶμαί που, τὸ ἀληθὲς, ἡ βάσανος. {ΚΥΡ.} Εὖ ἔφης. Οὐκοῦν ἐκεῖνο καὶ πρό γε τῶν ἄλλων πολυπραγμονείσθω τέως, πότερον διὰ Θεοῦ πολυπραγμονοῦνται καὶ τερατεύονται καὶ ἀποπεραίνουσι ταυτὶ, ἤγουν διὰ πονηρῶν πνευμάτων οἷς μελέτη τὸ ἐπιτήδευμα. {ΠΑΛΛ.} Καὶ τίς ἂν εἰς τοῦτο λογισμῶν ἀτοπίας ἀφίκοιτο ἂν, ὡς οἴεσθαι διὰ Θεοῦ τερατεύεσθαι ταυτὶ νεκρομάντας τε καὶ ἐγγαστριμύθους καὶ ἐπαοιδούς; ∆ιαμεμνήσομαι γὰρ τοῦ νόμου, παντὸς ἑλομένου τοῦτο δρᾷν ποινὴν καθορίζοντος τὴν ἐσχάτην. Εἶτα πῶς οὐκ ἀπόπληκτον ἐννοεῖν, τὸν θανάτῳ καταδεδικασμένον, οὐκ ἀπᾴδειν Θεῷ; Οὐ γάρ πω τοῖς ἑαυτοῦ διαμαχεῖται νόμοις. {ΚΥΡ.} Ἄριστα διανοῇ. Τὰς δὲ τῶν ἁγίων ψυχὰς σωμάτων ἀπηλλαγμένας παρεῤῥίφθαι νομιοῦμεν, καὶ λόγου μὲν ἀξιοῦσθαι μηδενὸς, ἥκειν δὲ ἤδη πρὸς τοῦτο ταλαιπωρίας, ὡς καὶ πονηροῖς καὶ ἀκαθάρτοις ὑποκεῖσθαι πνεύμασι, καὶ ἀνεθελήτως ἀκολουθεῖν περιτρέπουσιν εὐκόλως οἷπερ ἂν ἕλοιντο τυχόν. Καίτοι τὸ τῆς Ἀποκαλύψεως βιβλίον ἡμῖν συντιθεὶς ὁ σοφὸς Ἰωάννης, ὃ καὶ ταῖς τῶν Πατέρων τετίμηται ψήφοις, τὰς τῶν ἁγίων ψυχὰς ὑπ' αὐτὸ τὸ θεῖον τεθεᾶσθαι θυσιαστήριον, διεβεβαιοῦτο σαφῶς. Εἰ δὲ καὶ ἐξ αὐτῶν ἕλκουσι τῶν ἄνω μονῶν, καὶ τόπων αὐτὰς τῶν ἱερωτάτων κατακομίζουσιν ἀφειδῶς, ἀπείργοντος οὐδενὸς, βάσιμος μὲν ἅπασι τοῖς δαιμονίοις ὁ οὐρανὸς, ἀνοίγνυται δὲ κατὰ τὸ εἰκὸς αὐτοῖς καὶ ἡ τοῦ παραδείσου πύλη· παραχωρεῖ δὲ, ὡς ἔοικεν, καὶ ἡ φλογίνη ῥομφαία, καὶ οὐχὶ τῆς εἰσόδου καὶ ἐξόδου μόνον αὐτοῖς· ἀλλ' εἰ βούλοιντό τινας καὶ τῶν εἴσω γεγονότων ἐκκομίζειν ἐκ παῤῥησίας· εἶτα οὐχὶ δὴ τοῦτό ἐστι, τὴν ἐν Χριστῷ διασύρειν ἐλπίδα, καὶ τρισάθλιον ὑποφαίνειν τῶν τεθαυμασμένων τὸν βίον; {ΠΑΛΛ.} Ἔοικεν. {ΚΥΡ.} Καὶ μὴν οὐκ ἀσυμφανές. Πῶς δὲ ἦν ἄμεινον τῷ θαυμασίῳ Παύλῳ, τὸ ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναι; Εἰ γὰρ δὴ μέλλοιμεν τῶν ἐπιγείων ἀποφοιτήσαντες, καὶ σὺν Χριστῷ γεγονότες, τοῖς ἀντικειμένοις ὑποκεῖσθαι πνεύμασι, κεκένωται μὲν ἡ πίστις, κατὰ τὸ γεγραμμένον, τὸ δὲ ἐνδημεῖν ἐν σώματι, τοῦ συνεῖναι Χριστῷ, πᾶς τις οὖν, οἶμαι, καὶ ἀσυγκρίτως διενεγκεῖν ἐπιψηφιεῖται λοιπὸν, καὶ τὸ ἐπὶ τούτου δυσανεκτότερον· ἔτι μὲν γὰρ ἐν τῷδε τῷ βίῳ ποιούμενοι τὰς διατριβὰς, οὐχὶ τοῖς τοῦ διαβόλου θελήμασιν ὑπεζεύγμεθα, πατοῦμεν δὲ ἐπάνω ὄφεων καὶ σκορπίων μᾶλλον, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Εἶτα σὺν Χριστῷ γεγονότες, πῶς ἐν χείροσιν ἐσόμεθα; πῶς δὲ αὐτὸς ἀληθεύει λέγων· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῶν χειρῶν μου· ὁ Πατήρ 68.436 μου ὃς ἔδωκέ μοι, πάντων μείζων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου;» Πεφενάκικε δὲ τάχα που τῆς εἰς Χριστὸν εὐσεβείας τοὺς ἀθλητὰς, γεγραφὼς ὡδὶ καὶ ὁ σοφώτατος Πέτρος· «Ὥστε καὶ ὑπὸ ἄλλων πάσχοντες