De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ὕδατι, καὶ ἑτέροις τισὶ τοιούτοις τρόποις; {ΠΑΛΛ.} Καὶ μάλιστά γε. Τοιγάρτοι καὶ θεῖον ἔφη χρησμῴδημα σαφῶς· «Οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ ἢ τὴν θυγατέρα αὐτοῦ ἐν πυρί.» {ΚΥΡ.} Ὡς εὖ γε ἡμῖν ὁ νόμος προσεφώνει ταυτὶ, καὶ ἀπέφησε τὸ δρᾷν! Εἰκαιότητος γὰρ οἶμαι τὸ χρῆμα μεστὸν, καὶ λογισμοῦ τητώμενον τοῦ παναρίστου καὶ σοφοῦ· ὀνήσει γὰρ κατὰ τίνα δὴ τρόπον ἡ πυρὸς ἡμᾶς φύσις; καὶ δᾷδες ἐν κύκλῳ περιθέουσαι πῶς ἂν ἐξέλοιντο τὸν ἡμαρτηκότα; Χαλκοῦ μὲν γὰρ ἤγουν ἑτέρας τοιαύτης τινὸς ὕλης, ἐκτήκει τὸν ῥύπον ἡ πυρὸς βολή. Νοῦ δὲ καὶ ψυχῆς βεβήλωσιν, τίνα τρόπον ἀφανιεῖ; Ἆρ' οὖν, οὐ γέλωτος ἤδη ταυτὶ, καὶ φληνάφων ἐννοιῶν εὑρέματα; {ΠΑΛΛ.} Παντάπασι μὲν οὖν. {ΚΥΡ.} Φαίην δ' ἂν ὡς ἥδιστα τοῖς Ἑλλήνων λογάσιν, οἳ τῶν τοιούτων αἰσχρῶν ἐπιτηδευμάτων εὑρεταὶ γεγόνασι, καὶ τοῖς ἄλλοις εἰσηγηταί· Τί δὴ ἄρα δρῶντες, ὦ γενναῖοι καὶ σοφοὶ, τὸν μὲν Τιτυὸν ἐκεῖνον, ὃν ἐκφύναι λέγετε γῆς, εἰς ᾅδου κολάζετε, γῦπας αὐτῷ περιιστάντες τῶν ἡπάτων δαιτυμόνας, ὥραν ὅτι γυναίου τεθαυμακὼς ἠῤῥώστησε τὴν ἐπιθυμίαν; Ταντάλῳ δὲ λίθον ἐπηρτῆσθαί φατε, καὶ γλώττης αὐτὸν ἀκολάστου εἰσπράττεσθαι δίκας μυθολογεῖτε τοῖς νέοις; κύκλου δὲ μακραῖς καὶ ἀεικινήτοις περιστροφαῖς, τὸν Ἰξίονα καταδήσαντες, ποινὴν ἀνατλῆναι ἐπὶ τῷδέ φατε, τοῖς ἐξ ἀπάτης ὑμῶν οὐκ ἀπᾴδουσαν θεοῖς, σφᾶς δὲ αὐτοὺς καὶ ἑτέρους καίτοι δεινοῖς καὶ ἐκτοπωτάτοις ἐναλόντας κακοῖς, πυρὶ καὶ θαλλοῖς ἀπαλλάττετε, καθάπερ οἴεσθέ που, καὶ τῶν ἐγκλημάτων χαρίζεσθε τὴν ἀπόνιψιν, καί τοι ἄγαν κατεγνωσμένοις. Τιτυῷ δὲ, εἰπέ μοι, καὶ τοῖς ἀρτίως ὠνομασμένοις, τὸ ἐν ἐνδείᾳ τάχα που γενέσθαι πυρὸς, σκληρὰν καὶ ἀδιεξίτητον ἐπίθετε δίκην; Καὶ μὴν ὅ γε καθ' ὑμᾶς κλεπτίστατος καὶ πυρὸς ἀνθρώποις διακομιστὴς, τὸν Προμηθέα λέγω, εἴ τίς περ ὅλως κἀκεῖνος ἦν, τὴν πυρὸς ἐπλούτει χρῆσιν, καὶ πρό γε 68.445 τῶν ἄλλων· ἀῤῥήκτοις δὲ καὶ αὐτὸν ἐνειλῆφθαι δεσμοῖς οἱ παρ' ὑμῖν ᾄδουσι μῦθοι· καὶ μὴν καὶ γαμψώνυχας ἐπιπτῆναι αἰγυπιοὺς λέγουσι, καθάπερ ἀμέλει καὶ Τιτυῷ, δεινοὺς καὶ ἀγρίους τοὺς κολαστάς. ∆ότε δὴ, δότε τὴν διὰ πυρὸς κάθαρσιν, οὐχὶ δὴ μόνοις ἐκείνοις, ἀλλ' εἰ καί τινες ὑμῶν ἢ θυγατράσιν ἑτέρων, ἢ γυναιξὶν ἐπιμαίνοιντο, δρῶντες ἃ μὴ θέμις, καὶ οὗτοι πυρὶ τῆς αἰτίας ἀπηλλαγμένοι, συνδιαφευγόντων τοῖς πταίσμασι τὰς γραφάς· ἀλλ' ἐφ' ἑτέροις μὲν εὐθὺς δικαστήρια καὶ γραφαὶ, καὶ ἡ τῶν νόμων σαλεύεται μισοπονηρία, ἑαυτοὺς δὲ τὴν πάναισχρον καὶ δυσώδη ζωὴν ἀδιακρίτως ἐπιτηδεύοντας, παντὸς ἀπαλλάττειν οἴεσθε μολυσμοῦ, ψυχροῖς καὶ μειρακιώδεσιν ἀθύρμασιν ἐξηπατημένοι, καὶ ὑπηρέτας εἰς τοῦτο λαμβάνοντες τοὺς ὅτι μάλιστα τῶν ἄλλων μυσαρωτάτους· οἳ καὶ ὁμοῦ τῷ σχήματι, τὸν ἀνδροπρεπῆ μεθέντες λόγον, καταβιβάζονται πρὸς τὰ γυναικῶν ἤθη τε καὶ τρόπους σώματά τε καὶ γνώμας. Εἶτα τίνα τρόπον ὁ τοιοῦτος ἀφαγνιεῖ; διακείμενοι γὰρ ὡδὶ, τοιόνδε τι δράσετε, ὡς εἰ καὶ τὸ τυχόν τις ἐδόκει καταμυρίζεσθαι μὲν, βορβόρῳ δέ τῳ ἀκοσμοτάτῳ κατακεχρισμένος, εἶτα κατορθοῦν οἴοιτο καὶ σφόδρα καλῶς τό γε εἰς νοῦν ἧκον αὐτῷ. {ΠΑΛΛ.} Εὖ λέγεις· καὶ συναινέσαιμι ἂν ἀληθῆ λέγοντί σοι. {ΚΥΡ.} Καὶ παρίημι μὲν τὴν ἔν γε τούτῳ μωρίαν, καὶ σιγήσω τέως τοὺς τῆς καθάρσεως ὑπουργοὺς, ἐπ' αὐτὸ δὲ εἶμι τὸ χρῆμα πάλιν· καὶ δὴ καὶ ἐρῶ, ὡς ἀνούστατά τε καὶ ἀμαθέστατα βιοῦν ἑλομένους, καταφωράσαιτό τις ἂν τοὺς τῶν δαιμονίων προσκυνητὰς, καὶ μήτε τὸν τοῦ ἐκσμήξασθαι νοοῦντας τρόπον, μήτε μὴν ἠκριβωκότας, ὅ τί ποτέ ἐστι κατὰ ἀλήθειαν μολυσμὸς καὶ βεβήλωσις· μοιχεῖαί τε γὰρ καὶ τὰ ἔτι τούτων ἀγριώτερα πάθη, ἀῤῥενομιξίαι καὶ φόνοι, καταλαλιαὶ καὶ φθόνοι, ψευδομαντεῖαι καὶ δόλοι, ἀπάτη καὶ ψευδορκία, κηλίδες ἂν εἶεν καὶ μολυσμοὶ ψυχὴν καὶ σῶμα καταμιαίνουσαι, καὶ δυσαπόνιπτον ἔχουσαι τὴν ἐκβολήν. Ἀλλὰ ταυτὶ μὲν οὔτε πῦρ, οὔτ' ἂν ὑδάτων πηγαὶ διασμήξειαν. Παρέντες δὲ, οἶμαί που, καὶ τὸ εἰδέναι μόνον, ὅτι σπιλοῦσι ψυχὴν, καὶ δυσωδίας ἔμπλεω ἀποτελοῦσι τὸν νοῦν, νεκρῶν ἀποφοιτῶσι σωμάτων, καὶ καταμυσάττονται τὸ κατεφθαρμένον, τοὺς τῆς φύσεως ἀτιμάζοντες