De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
εὐδόκιμοι μετὰ τῶν ἄλλων ἁγίων ἐν Χριστῷ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΕΒ∆ΟΜΟΣ.
Περὶ τῆς εἰς ἀδελφοὺς ἀγάπης. Εὐφημίαις ἡμῖν, ὦ Παλλάδιε, ταῖς εἰς λῆξιν
καὶ ἀνωτάτω στεφανοῦντος τοῦ νόμου τὴν πρώτην τε καὶ ὑπερτάτην τῶν ἐντολῶν, τὸ, «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, φημὶ, ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης διανοίας, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου·» προσεπάγοντος δὲ, ὅτι «Καὶ τὸν πλησίον σου ὡς σεαυτὸν,» καὶ μὴν καὶ αὐτοῦ τοῦ Χριστοῦ φάσκοντος ἐναργῶς, ὅτι ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται, πλήρωμά τε νόμου τὴν ἀγάπην κατονομάζοντος καὶ τοῦ θεσπεσίου Παύλου, διά τοι τὸ μηδὲν τῷ πλησίον ἐργάζεσθαι κακὸν, ἀποχρῶσαν ἡμῖν, ὡς γοῦν ἔμοιγε δοκεῖ, τὴν ἐπὶ τῇ πρώτῃ διασκευὴν ἐποιήσατο ὁ λόγος, κατά γε τὸ ἐγχωροῦν, ἄνω τε καὶ κάτω, καὶ οἱονεί πως ἐν κύκλῳ περινοστῶν, καὶ οὐκ ἀγεννῶς ἀφηγούμενος τῆς εἰς Θεὸν ἀγάπης ὁλοτελοῦς τε καὶ ἀμωμήτου παντελῶς, τίς ἂν γένοιτο πρὸς ἡμῶν ὁ τρόπος. Φέρε δὴ οὖν τὴν γείτονά τε καὶ ἀδελφὴν πολυπραγμονῶμεν ἐντολὴν, καὶ ἀγάπης τῆς εἰς τὸν πλησίον ἀκριβῆ ποιώμεθα τὴν κατάσκεψιν, ἰχνηλατοῦντες εὖ μάλα τὰ δι' ὧν ἂν γένοιτό τις μὲν ἀρετῆς ἐν κύκλῳ καλῷ, φιλοτεχνίας δὲ τῆς εἰς τοῦτο, τὴν ἀρίστην δόξαν ἀράμενος, ἐν ἀγαθότητι βαδιεῖται μετὰ Θεοῦ καὶ ἀνθρώπων κατὰ τὸν θεσπέσιον Σαμουήλ. Χρῆναι γὰρ ἔγωγέ φημι τῇ εἰς Θεὸν ἀγάπῃ συνεπιτηδεύειν ἀστείως τὴν εἰς ἀδελφούς· ὡς τό τοι λείπεσθαι μιᾶς, τὴν ἐπ' ἀμφοῖν ἀπότευξιν ἔχει, κατά γε τὰς Ἰωάννου φωνάς. Γέγραφε γὰρ ὡδί· «Ἐάν τις εἴπῃ, ὅτι Ἀγαπῶ τὸν Θεὸν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισεῖ, ψεύστης ἐστίν· ὁ γὰρ 68.481 μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὂν ἑώρακε, τὸν Θεὸν ὃν οὐχ ἑώρακε πῶς δύναται ἀγαπᾷν; Καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν παρ' αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.» Συνδιόλλυνται δὴ οὖν ἀλλήλοιν ἑκάτερα καὶ συνανίσχει λαμπρῶς· ἀγχίθυροι γὰρ ὥσπερ ἀλλήλαιν αἱ ἀρεταὶ, καὶ οἷά τις συνωρὶς ἀδιάσπαστος, εἰς ἕν τι τὸ ἐκπρεπὲς καὶ τελεώτατον κάλλος τῆς εἰς Θεὸν εὐσεβείας, τὸν ἡνιοχεῖν ἄριστα μεμελετηκότα διακομίζουσιν. {ΠΑΛΛ.} Εὖ ἔφης. Καὶ ἐπεί τοι σκοπὸς τὸ ἱδροῦν ἐν τούτοις, ἴθι δὴ αὖ, καὶ τὰς ἐφ' ἑκάστῳ τῶν θεωρημάτων συναγείρων πίστεις ἐκ τῶν ἱερῶν Γραμμάτων, πειρῶ μοι λέγειν, τὸ ὅπως ἂν γένοιτο τῆς εἰς τὸν πλησίον ἀγάπης ἀκραιφνὴς ἡ πλήρωσις. {ΚΥΡ.} Πλείστη μὲν οὖν ὅση πρὸς τοῦτο ἡμᾶς ἀποφέρει τρίβος. Γέγραπται γὰρ, ὅτι «Πλατεῖα ἡ ἐντολή σου σφόδρα.» Τό γε μὴν ἐφ' ἑκάστῳ τῶν δρωμένων εὐτεχνὲς, οὐχ ἑτέρωθεν ἂν οἶμαί που συλλέξαιτό τις πλὴν ὅτι γε διὰ τοῦ νόμου· δεδόσθαι γὰρ ἡμῖν αὐτὸν εἰς βοήθειαν προφητικὸς ἔφη λόγος. Καὶ γοῦν πρὸς ἀνάμνησιν ἡμᾶς τὴν διηνεκῆ τῶν τεθεσπισμένων διανιστὰς ὁ νομοθέτης, φησί· «Καὶ ἐμβαλεῖτε τὰ ῥήματα ταῦτα εἰς τὴν καρδίαν ὑμῶν, καὶ εἰς τὴν ψυχὴν ὑμῶν, καὶ ἀφάψατε ταῦτα εἰς σημεῖον ἐπὶ τῆς χειρὸς ὑμῶν, καὶ ἔσται ἀσάλευτα πρὸ ὀφθαλμῶν ὑμῶν, καὶ διδάξατε αὐτὰ τὰ τέκνα ὑμῶν, λαλεῖν αὐτὰ, καθημένους ἐν ὁδῷ, καὶ κοιταζομένους, καὶ διανισταμένους, καὶ γράψατε αὐτὰ ἐπὶ τὰς φλιὰς τῶν οἴκων ὑμῶν, καὶ τῶν πυλῶν ὑμῶν, ἵνα πολυημερεύητε, καὶ ἡμέραι τῶν υἱῶν ὑμῶν ἐπὶ τῆς γῆς, ἧς ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς, καθὼς αἱ ἡμέραι τοῦ οὐρανοῦ ἐπὶ τῆς γῆς.» Καὶ τί δὴ πάλιν ἐστὶ τὸ, Ἀφάψατε αὐτὰ ἐπὶ τῶν χειρῶν ὑμῶν, ἐν τοῖς Ἀρι-θμοῖς ἐδήλου σαφῶς. Γέγραπται γὰρ ὡδί· «Καὶ εἶπε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, καὶ ποιησάτωσαν ἑαυτοῖς