De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
{ΠΑΛΛ.} Οὐ σφόδρα σαφὴς ὁ λόγος. Σὺ δὲ ὅ τί ποτέ ἐστι τὸ ὡς ἐν αἰνίγματι χρησμῳδούμενον, πειρῶ μοι λέγειν. {ΚΥΡ.} Ζημίαν ὁ νόμος καθορίζει χρησίμως τοῦ πλεονεκτεῖν ἐθέλοντος, καὶ ἀνασειράζει τρόπον τινὰ τὸν ἀκάθεκτον εἰς ἐπιθυμίαν, ὧν ἂν ἔχοι τυχὸν ἢ γείτων, ἢ ἀδελφὸς, ὥστε κἂν εἰ γένοιτο, φησὶν, ἐν αὐτῷ τεθνάναι τῷ κλέπτειν τὸν ἐπὶ τῷδε κατεγνωσμένον, οὐδένα τοῖς ἀνῃρηκόσι προστρίβεσθαι μῶμον. Ἀτιμᾷ δὲ καὶ λέγων, ὅτι προσήκει πιπράσκειν αὐτὸν, εἰ μὴ πρὸς λύτρων ἀντέχοι καταβολὴν, εἴς γε τὸ χρῆναι βιοῦν ἑλέσθαι καλῶς συνελαύνων τοῖς δείμασι. Νοῦς γε μὴν τῆς ἱστορίας ὁ κεκρυμμένος ἕτερος ἂν εἴη παρὰ τοῦτον πολὺ, καὶ δεῖ καὶ λέγειν ἡμᾶς ὡς ἔνι καλῶς. Μόσχος μὲν δὴ καὶ πρόβατον, καθαρά τε ἄμφω καὶ ἱερὰ, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακομιζόμενα τῷ Θεῷ. Ἀλλ' ὁ μὲν μόσχος ἐν ὑπεροχῇ καὶ μεγέθει σώματος· θάτερόν γε μὴν, οὐχ οὕτω. Μόσχου γὰρ μεῖον τὸ πρόβατον. Μόσχοι δὴ οὖν καὶ πρόβατα ὥσπερ τινὰ ζῶα καθαρά τε καὶ ἱερώτατα, τῶν διὰ πίστεως δεδικαιωμένων ἡ ἁγία πληθὺς, καὶ διχηλοῦντες ὁπλὴν, καὶ μηρυκισμὸν ἀνάγοντες, κατὰ τὸν νόμον, καὶ καρπῶν ἡμέρων ἐργάται· γηπονεῖ γὰρ ὁ μόσχος· ἔγκαρπον δὲ καὶ τὸ πρόβατον, καὶ ἐνσεσήκασται μὲν ταῖς θείαις αὐλαῖς, τουτέστιν, ἐν ἐκκλησίαις ἡ τῶν κεκλημένων ἀγέλη· πολλοὶ δὲ λίαν οἱ κλέπται περὶ αὐτὴν, διορύττοντες τε καὶ παρεισδύνοντες, καὶ πολυτρόποις φενακισμοῖς τὰς τῶν ἁπλουστέρων ψυχὰς ἐξέλκοντες, καὶ μονονουχὶ καταπιπράσκοντες τῷ ὀλοθρεύοντι Σατανᾷ· πλὴν ὁ δεδρακώς τι τοιοῦτον, πέντε μόσχους ἀποτίσει, φησὶν, ἀνθ' ἑνὸς, καὶ τέσσαρα πρόβατα ἀντὶ τοῦ προβάτου· πενταπλασίονα μὲν γὰρ ἐπὶ τῷ μόσχῳ, τῷ κεκλοφότι τὴν δίκην, τετραπλασίονα δὲ δεῖν ἐφ' ἑνὶ προβάτῳ γενέσθαι φησὶ, κατὰ τὸ μέτρον, οἶμαί που, τῆς πνευματικῆς κατ' ἀρετὴν ποσότητος, τῶν ἀπολλυμένων ἐπιθεὶς τὴν κόλασιν. Τύπος δ' ἂν εἴη καὶ σκιὰ τῆς ἐν ἀρετῇ ποσότητος, ἡ σωματική· τὸ γάρτοι μεῖζον ἢ μεῖον ἐν ἐπιεικείαις, ἀταλαίπωρον ἰδεῖν ἔν γε τοῖς πεπιστευκόσιν, ἐπεὶ μὴ ἐν ἴσῳ πάντες τυχόν· «Ἀλλ' ἕκαστος ἡμῶν ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως.» Εἰ δὲ δὴ κλέπτων τε καὶ διορύττων ἔτι, καὶ τὰ τῆς λῃστείας ἔργα πληρῶν, ὡς ἐν νυκτί τε καὶ σκότῳ καταφωραθείη, φησὶ, καὶ ἐκτεθνάτω τότε· καὶ τὸ χρῆμα, οὐ φόνος, οὐδὲ τῷ δράσαντι γραφή. Πλεονέκτης γὰρ καὶ βίαιος ὁ πεσὼν, καὶ πολέμου τέτρωται νόμῳ· ἡλίου δὲ ἀνατείλαντος, καὶ παρελάσαντος ἤδη τοῦ τῆς λῃστείας καιροῦ, τὴν τοῦ πλήττοντος εἴργει χεῖρα, καὶ φόνου γραφὴν καθορίζει τοῦ τολμήματος. Ἕως μὲν γὰρ ὁ κλέπτης ὁ νοητὸς, τὴν τοῦ πιστεύσαντος εἰς Χριστὸν καταλωβᾶται ψυχὴν, καὶ ἀγάπης ἐξέλκει τῆς εἰς Θεὸν, εἰ ἐν αὐτοῖς ἁλοίη τοῖς πλημμελήμασι, πάθοι ἂν οὐκ ἀδίκως καὶ τὸ ἐκτεθνάναι δεῖν· ψυχὴν γὰρ ἀπέκτεινε, τὴν ἀμείνω σώματος· ἡλίου δὲ ἀνατείλαντος καὶ αὐτῷ κατὰ νοῦν, καὶ διαυγαζούσης ὡς ἐν τάξει φωτὸς καὶ ἡμέρας, τῆς ἀληθοῦς γνώσεως, 68.537 κινδυνεύειν οὐκ ἐᾷ, κολάζεται γὰρ τὰ νυκτὸς ἔργα καὶ σκότους, τὰ δὲ ὡς ἐν φωτὶ λοιπὸν, οὐκ ἔτι. Ἀνεῖσθαι δὲ τῶν ἀρχαίων ἐγκλημάτων, καὶ τῶν ἐν ἀγνοίᾳ καὶ σκότῳ, δεδικαίωκε Θεός. Καὶ δὴ καὶ λεγέσθω τοῖς ἐξ ἁμαρτίας εἰς φῶς ἀφιγμένοις τὸ νοητὸν, «Ἦτέ ποτε σκότος, νυνὶ δὲ φῶς ἐν Κυρίῳ.» Οὕτω δεδικαίωκεν ὁ Κύριος καὶ τὸν θεσπέσιον Παῦλον, τὸν πρότερον ὄντα βλάσφημον, καὶ διώκτην, καὶ ὑβριστήν· καθ' ὑπερβολὴν γὰρ ἐδίωκε τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθει αὐτήν. {ΠΑΛΛ.} Ἄριστα ἔφης. {ΚΥΡ.} Ἐὰν δὲ μὴ δύνηται, φησὶ, πέντε μόσχους ἀνθ' ἑνὸς, καὶ πρόβατα τέσσαρα ἀνθ' ἑνὸς, πραθήτω ἀντὶ τοῦ κλέμματος. Ὁρᾷς ὅπως ἀτιμίαν ὁ νόμος τὴν δουλοπρεπῆ καταγράφει σαφῶς τῶν διηνεκῆ καὶ ἀνέκνιπτον ἐχόντων τὴν ἁμαρτίαν, καὶ μηδ', ὅσον εἰπεῖν, λύτροις ἀποκρούεσθαι τὰ ἐγκλήματα δυναμένων, διά τε τὸ τῆς γνώμης ἀσθενὲς οὐκ ἀνεχομένων ἱδροῦν εἰς μετάγνωσιν, καὶ διὰ τῶν εἰς τοῦτο πόνων ἐκμειλίττεσθαι Θεόν; Πιπράσκεσθαι δὴ οὖν εὖ μάλα φησίν. Ἐναριθμεῖσθαι γὰρ οὐκ ἐᾷ τοῖς διὰ τῆς θείας χάριτος ἠλευθερωμένοις, τοὺς οὕτω μεμολυσμένους. Ἐξωθούμενοι δὲ τῆς τοῖς ἐλευθέροις πρεπούσης τιμῆς, ἀκούσονται καὶ αὐτοί· «Ἰδοὺ